Homiliae · §u06-rem-mid

Unit 6 rem mid

Rem mid: Unit 6; lemma continues; reading with the letter.

Greek

πληροῦνται τῆς ὕβρεως οἱ βέλτιστοι ἡμῶν προφῆται, τὰ ἀπόνηρα ζῷα, αἱ ἁπλοϊκαὶ τοῦ Θεοῦ εἰκόνες, οἱ ἐν ἐλευθερίᾳ πιστοὶ δοῦλοι τῆς ἡμετέρας ζωῆς. 4.6.3 Οὕτως μὲν οὖν οἱ ἐν τέλει, οὕτως πένητες, οὕτως παιδία, οὕτως ἄγροικοι. Οἱ μὲν μοχθοῦσιν, οἱ δὲ γογγύζουσιν, οἱ δὲ μανθάνουσιν ἃ μὴ εἰδέναι καλόν. 4.7.1 Σκεψώμεθα δὲ ὅπως καὶ οἱ ἔνοπλοι στρατιῶται παρὰ ταύτης ὠφελοῦνται τῆς ἑορτῆς. Εἰς χρήματα ζημιοῦνται καὶ ἑνὸς ἐκπτώματος μισθὸν προσφέρουσιν τὸν ἐπισιτισμὸν τοῦ πολέμου. Εἰς τρόπους καὶ ἤθη βλάπτονται. Μανθάνουσι γὰρ ἀνελευθερίαν, ἐπιτηδεύματα σκηνικῶν, ἔκλυσιν καὶ μαλακίαν ἠθῶν, παιδιὰν κατὰ τῶν νόμων καὶ τῆς ἀρχῆς, ἧς ἐτάχθησαν φύλακες. 4.7.2 Τὴν γὰρ μεγίστην ἀρχὴν κωμῳδοῦσιν καὶ διασύρουσιν, ἅρμα ὡς ἐπὶ σκηνῆς ἀναβαίνοντες καὶ δορυφόρους πεπλασμέ νους χειροτονοῦντες καὶ δημοσίᾳ ποιοῦντες τὰ τῶν ἐξυρημένων πρὸς κόνδυλον. Καὶ ταῦτ' ἔστιν τῆς πομπείας τὰ σεμνότερα. Τὰ δὲ ἄλλα πῶς ἄν τις εἴποι; 4.7.3 Μὴ καὶ ἐκκαλυψάμενος γυναικίζεται ὁ ἀριστεύς, ὁ τὸν θυμὸν λεοντώδης, ὁ μετὰ τὴν ὅπλισιν θαυμαστὸς ὀφθῆναι τοῖς οἰκείοις καὶ φοβερὸς τοῖς ἐναντίοις· καὶ τὸν χιτῶνα μέχρι τῶν σφυρῶν ἀφίησι καὶ τοῖς στέρνοις περιελίττει τὴν ζώνην καὶ ὑποδήματι κέχρηται γυναικείῳ καὶ τὸν κρώβυλον ἐπιτίθεται τῇ κεφαλῇ, ᾗ γυναιξὶ νόμος· 4.7.4 καὶ φέρει τὴν ἠλακάτην ἐρίου γέμουσαν καὶ τῇ δεξιᾷ νῆμα κατάγει, τῇ ποτε φερούσῃ τὸ τρόπαιον· καὶ τὸν τόνον τῆς ψυχῆς ἐναλλάττων τὸ ὀξύτερον καὶ γυναικῶδες φθέγγεται; Ταῦτα τῆς πανηγύρεως τὰ χρηστά· ταῦτα τῆς πανδήμου ἑορτῆς τὰ συμφέροντα σήμερον. 4.8.1 Καὶ οἱ τῆς κορυφῆς τῶν ἀξιωμάτων ἀνθρωπικῶν ἐπιβάντες, οἱ πολυθρύλητοι ὕπατοι, τῇ ματαιότητι δαπανῶσι τὸν πλοῦτον, σωροὺς χρημάτων σκορπίζοντες εἰς ἀκαρπίαν δικαιοσύνης καὶ καρπὸν ἁμαρτίας· ὧν τοσοῦτον περιφανὴς ἡ ἀφροσύνη, ὅσον ὑψηλὸς ὁ θρόνος. 4.8.2 Πολλοῖς γὰρ ἀνθρωπικοῖς ἐμβατεύσαντες θρόνοις καὶ τὰς μεγίστας τῆς βασιλείας ἀρχὰς διοικήσαντες, λαμβάνουσιν ἀφειδῶς ἀπὸ πάσης τὰ πλεῖστα· οἱ μὲν πενήτων στρατιωτῶν τὸ σιτηρέσιον σφετερισάμενοι, ἄλλοι τὸ δίκαιον καὶ τὴν ἀλήθειαν πολλάκις πωλήσαντες, καὶ τῶν βασιλικῶν ταμιείων ἕτεροι ἄφατον ἐξαντλήσαντες πλοῦτον καὶ τὰ πανταχόθεν σπουδαίως ἀθροίσαντες· φεισάμενοι δὲ οὐδενὸς λήμματος, οὐκ ἀπρεποῦς, οὐκ ἀδίκου· 4.8.3 καὶ Θεὸν παροξύνοντες προκάθηνται νῦν, καὶ μετ' ὀλίγον ἡνιόχοις μερίζοντες τὸν χρυσὸν καὶ 20 αὐληταῖς κακοδαίμοσι καὶ μίμοις καὶ ὀρχησταῖς καὶ ἀνδρογύνοις καὶ γυναιξὶ πόρναις ὤνιον παρεχούσαις τῷ δημίῳ τὸ σῶμα· καὶ αὖθις θηριομάχοις μιαροῖς καὶ ἀνελπίστοις καὶ αὐτοῖς τοῖς θηρίοις. Πρόδηλον γάρ, ὡς καὶ τὰ θηρία τρέφει χρυσός, τοῖς μὲν τὰ κρέα, τοῖς δὲ τὴν μάζαν ὠνούμενος. 4.8.4 Ταῦτα δὲ πάντα προΐενται ὑπὲρ μιᾶς σπουδῆς, ἵνα τὰ ὀνόματα αὐτῶν τῶν συναλλαγμάτων προ γράφηται. Ὢ τῆς ἀνοίας! Ὢ τῆς τυφλότητος! Θεὸς ἐπαγγέλλεται τῶν πτωχοτρόφων τὰ ὀνομάτα βίβλοις ζώσαις ἐγγράφειν, ταῖς ἀθανάτοις, ταῖς ἀδιαφθόροις, ἃς σὴς οὐκ ἀφανίζει καὶ χρόνος οὐκ ἐξαλείφει· κἀκείνων τῶν γραμμάτων οὐκ ἐρᾷς, οὐδὲ λόγον τινὰ ποιῇ

About this text

Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.