Homiliae · §u07-rem-close

Unit 7 rem close

Rem CLOSEOUT: Unit 7 CLOSEOUT.

Greek

ἄλογα ποιεῖ τῶν ζῴων ἀχωρίστως ἔχειν ἀλλήλων. 5.8.3 Ἐμπαθῶς γὰρ εἶδον ἐγὼ βοῦν μυκώμενον, ἐπειδὴ τῶν συννόμων ἀποπλανηθεὶς ἐμονώθη, καὶ πρόβατον ἐν νάπῃ βληχώμενον καὶ διατρέχον τὰ ὄρη, μέχρις ἂν τῇ ἀγέλῃ συνάψῃ, ἧς ἐχωρίσθη νεμόμενον. Αἲξ δὲ ταὐτὸ τοῦτο παθοῦσα, κἂν πολλὰς ἀγέλας αἰγῶν διατρέχουσα καταλάβῃ, οὐ πρότερον ἵσταται, πρὶν ἂν τὴν συνήθη εὕρῃ καὶ τὸν αἰπόλον τὸν ἴδιον. 5.9.1 Μὴ τοίνυν ἀπαθέστεροι πρὸς φιλίαν εὑρεθῶμεν τῶν ἀλόγων οἱ λογικοί, μηδὲ ἀτιμωτέραν τὴν γαμετὴν κρίνωμεν συνοδοιπόρου τινὸς ἢ τοῦ διὰ μικρὰν πρόφασιν ἐν ὀλίγῳ προσφιλιωθέντος. Ὁρᾷς ὡς καὶ ἐπὶ τῆς λεωφόρου ἀλλήλοις συμμίξαντες ἄνθρωποι, ὄροφον δὲ καταγωγίου τὸν αὐτὸν ὑπελθόντες ἢ δένδρον ἀμφιλαφὲς ὥρᾳ θέρους τὴν μεσημβρίαν ἀποσκιάσαν, ἀφορμὴν διαθέσεως γνησίας τὴν συντυχίαν ποιοῦνται· 5.9.2 κἂν ἔλθωσιν ἐπὶ τὴν ὁδὸν τὴν μερίζουσαν, ἀπαθῶς ἀλλήλων οὐκ ἀπαλ λάττονται, ἀλλ' ἵστανται καὶ ὑποδακρύουσιν βλέποντες ἀτενὲς εἰς ἀλλήλους, καὶ σύμβολα μνήμης ἕκαστος δίδωσιν φέρειν· καὶ μικρὸν προβάντες πάλιν μεταστρέφονται καὶ ἀνακαλοῦσιν, ἐπεύχεται δὲ ἕτερος τῷ ἑτέρῳ τὰ αἴσια· καὶ ὀλίγος χρόνος οὕτως ὀξυτάτην κίρνησι τὴν φιλίαν, ὡς δυσαπάλλακτον αὐτοῖς γίνεσθαι καὶ βεβιασμένην τὴν ἀναχώρησιν; 5.9.3 Σὺ δὲ πρὸς τὴν τοῦ βίου κοινωνὸν οὕτως καταφρονητικῶς ἔχεις, ὡς πρὸς σκεῦος ἀποπεσὸν ἢ ἱμάτιον εὐτελὲς ἐν ὁδοιπορίᾳ ληθαργηθὲν ἢ κυνίδιον τῶν Μελιττέων ὑποχωρῆσαν οἰκίας; Καὶ ποῦ ἡ ἐν ἀρχαῖς πεπλασμένη διάθεσις; Ποῦ ἡ ἐπὶ τῆς μιᾶς κοίτης ἀνάπαυσις, ἡ τοῦ νόμου σύνειρξις, ἡ τῆς πολλῆς καὶ μακρᾶς συνηθείας δύναμις, ἣν καὶ εἰς φύσιν μεταποιεῖσθαι καὶ λόγος ἔχει καὶ ἡ πεῖρα ὑπέδειξεν; Πάντα διέκοψας εὐκολώτερον ἢ ὁ Σαμψὼν τὰ τῶν ἀλλοφύλων καλώδια. 5.10.1 Καίτοι ὅγε σώφρων καὶ τῆς διαθέσεως φύλαξ οὐδὲ ἀναχωρησάσης τοῦ βίου τῆς γαμετῆς ῥᾳδίως ἐπιλανθάνεται, ἀλλὰ θάλπει τοὺς παῖδας ὡς κοινὴν παρακαταθήκην τῆς μητέρος καὶ τῆς φύσεως, ἐν ἐκείνοις δὲ καθορᾶν δοκεῖ τὴν ἀπελθοῦσαν. 5.10.2 Ὁ μὲν γὰρ τῶν παίδων τῆς μητρικῆς φωνῆς ὁμοιότητα σώζει, ἄλλος τὸ πολὺ τοῦ χαρακτῆρος ἐφέλκεται, ἕτερος τὴν τοῦ ἤθους κατάστασιν ἐμορφώθη πρὸς τὴν τεκοῦσαν· καὶ οὕτως ὁ πατὴρ πολλὰς ἔχων τῆς γαμετῆς εἰκόνας ζώσας καὶ ἐναργεῖς ἀθάνατον ὑποτυποῦται τὴν πρὸς ἐκείνην συνοίκησιν καὶ διὰ τοῦτο οὐδὲν φιλήδονον ἐννοεῖ· 5.10.3 οὐ σήμερον χώσας τὸν τάφον μετ' ὀλίγον χρόνον παστάδας κατασκευάζει· οὐδὲ μετὰ τὸ δάκρυον καὶ τοὺς στεναγμοὺς ἐπὶ γαμικὴν πάλιν χορείαν ἐπείγεται· οὐδὲ τὴν μέλαιναν ἐσθῆτα καὶ πενθικὴν εἰς νυμφικὴν διαμείβει στολήν· οὐδὲ θερμῇ τῇ κοίτῃ τῆς ἀπελθούσης τὴν δευτέραν γαμετὴν ἐπεισάγει· οὐδὲ μητρυιὰν δίδωσι τοῖς παισί, τὸ ἐπαχθὲς ὄνομα. 5.10.4 Μιμεῖται δὲ τῶν τρυγόνων τὴν ἄλογον καὶ φυσικὴν σεμνότητα. Καὶ γὰρ ἐκείνην τὴν ὄρνιν, φασίν, τῆς ὁμοβίου διαζευχθεῖσαν ἀγαπᾶν διηνεκῆ τὴν χηρείαν 25 καὶ ἐναντίως ἔχειν πρὸς τὴν περιστερὰν εἰς τὸ τῆς πολυγαμίας εὔκολον. 5.11.1 Μέχρι τούτου πυκναῖς ὁ ἀνὴρ ταῖς κατηγορίαις βαλλέσθω καὶ νιφάδων πυκνότερον αὐτὸν τιτρωσκέτω τὰ τῆς ἀγνωμοσύνης ἐγκλήματα. Ἂν δέ που μοιχείας αἰτίαν προβάληται καὶ τοιαύτην παράσχοι τοῦ χωρισμοῦ τὴν ἀπολογίαν, εὐθὺς τὴν συνηγορίαν μεταθήσομαι τοῦ ἀδικηθέντος καὶ τὸν λόγον κατὰ τῆς μοιχαλίδος παρασκευάσας ἀγαθὸς συνασπιστὴς ἀντὶ πολεμίου τῷ ἀνδρὶ παραστήσομαι, ἐπαινῶν τὸν φυγόντα τὴν ἐπίβουλον, τὸν διακόψαντα τὸν δεσμόν, ᾧ πρὸς τὴν ἀσπίδα ἢ τὴν ἔχιδναν προσεδέδετο. 5.11.2 Τούτῳ γὰρ δίδωσι τὴν συγγνώμην πρῶτος ὁ τοῦ παντὸς ποιητής, ὡς καὶ δικαίως ἀλγοῦντι καὶ προσηκόντως τῆς οἰκίας ἀπελαύνοντι καὶ τῆς ἑστίας τὴν νόσον. Γάμος γὰρ τούτων χάριν τῶν δύο συνίσταται, διαθέσεως καὶ παιδοποιΐας, ὧν οὐδέτερον μετὰ μοιχείας σώζεται. Ἡ μὲν γὰρ διάθεσις οὐκ ἔστιν πρὸς ἄλλον τῆς εὐνοίας ἀπο κλινάσης· παιδοποιΐας δὲ τὸ καλὸν ἀνῄρηται συγκεχυμένων τῶν τέκνων. 5.11.3 Ἀλλὰ τὰ μὲν εἰς τοῦτο φέροντα τὸ ἁμάρτημα εἴρηται ἐν ἄλλῃ ὑποθέσει συμμέτρως. Ἀμφότερα δέ μοι τὰ μέρη σωφροσύνην ἀσκήσατε, τὸν ἀρραγῆ τῶν γάμων σύνδεσμον. Ὅπου γὰρ αὕτη τιμᾶται, ἐπάναγκες εἶναι καὶ εἰρήνην καὶ πόθον, οὐδεμίας πανδήμου καὶ νόθου ἐπιθυμίας τὴν ψυχὴν ἐπιθηγούσης, ἐκβαλούσης δὲ τὴν νόμιμον καὶ δικαίαν στοργήν. 5.12.1 Οὗτος τῆς σωφροσύνης ὁ νόμος οὐ ταῖς γυναιξὶ μόνον παρὰ Θεοῦ ὥρισται, ἀλλὰ καὶ τοῖς ἀνδράσιν. Οἱ δὲ τοῖς τοῦ βίου τούτου νομοθέταις προσέχοντες ἀνεύθυνον

About this text

Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.