Homiliae Unit 8 opening
Unit 8.
Lemma-led open — καταλείπουσι τῆς πορνείας τοῖς ἀνδράσι τὴν ἐξουσίαν βαρεῖς μέν εἰσιν κριταὶ καὶ διδάσκαλοι
Greek
καταλείπουσι τῆς πορνείας τοῖς ἀνδράσι τὴν ἐξουσίαν βαρεῖς μέν εἰσιν κριταὶ καὶ διδάσκαλοι τῆς τῶν γυναικῶν σεμνότητος, οἱ δ' ἐν πολλοῖς ἀνέδην ἐπιμαίνονται σώμασιν, ἄλλων ἰατροί, κατὰ τὴν παροιμίαν, μυρίοις βρύοντες ἕλκεσιν. 5.12.2 Κἄν τις αὐτῶν ἐπὶ ταῖς πλημμελείαις ταύταις καθάψηται, κεκομψευμένην καὶ παίζουσαν ἀπολογίαν προΐσχονται. Οἱ μὲν γὰρ ἄνδρες, φασί, κἂν πάνυ πολλαῖς γυναιξὶ πλησιάσωσιν, οὐδὲν τῇ ἑστίᾳ λυμαίνονται· αἱ δὲ γυναῖκες, ἐξ ὧν ἁμαρτάνουσι, κληρονόμους ἀλλοτρίους ταῖς οἰκίαις καὶ τοῖς γένεσιν ἐπεισάγουσιν. Ἀκουσάτωσαν δὲ οἱ τῆς ἐμπλήκτου γνώμης σοφισταὶ καὶ εὑρεταί, ὅτι καὶ αὐτοὶ ἄλλας ἑστίας καὶ οἰκίας ἀνατρέπουσιν. 5.12.3 Αἱ γὰρ γυναῖκες αἷς ὁμιλοῦσι, πάντως τινῶν εἰσιν ἢ θυγατέρες ἢ γαμεταί· καὶ παντὶ τρόπῳ εὑρεθήσεται ἢ γάμος ἐπιβουλευόμενος ἢ γονεὺς ἀδικού μενος, ὃς ἐγεννήσατο καὶ ἐξέθρεψε καὶ παρθένον ἕξειν ἐπὶ παστάδα καὶ θάλαμον ἤλπισε, ἀφῃρέθη δὲ πάσης χρηστῆς προσδοκίας παρὰ τῶν τῆς σωφροσύνης λῃστῶν. 5.12.4 Εἰ πατήρ ἐστιν ὁ ἀκόλαστος, γνωριζέτω πατρὸς πάθος ἀποτυγχάνοντος· εἰ ἀνήρ, ἑαυτὸν ὑποτυπωσάσθω τὸν ἀδικούμενον. Καὶ γὰρ ἐπίπαν οὕτως ἔχει καλῶς, ἕκαστον τοῖς ἀλλοτρίοις δικάζειν, ὡς ἂν ἄλλον ἑαυτῷ βούληται. Εἰ δέ τι καὶ τοῖς νόμοις Ῥωμαίων τινὲς προσέχοντες ἀνεύθυνον τὴν πορνείαν εἶναι νομίζουσι, δείνην πλανῶνται πλάνην οὐκ εἰδότες, ὡς ἄλλως Θεὸς νομοθετεῖ καὶ ἑτέρως ἄνθρωποι δογματίζουσιν. 5.12.5 Ἄκουσον Μωϋσέως τὸ βούλημα τοῦ Θεοῦ καταγγέλ λοντος καὶ πικρὰς τὰς κατὰ πόρνων ἀποφάσεις ἐκφέροντος. Ἄκουσον Παύλου λέγοντος· Πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Οἱ δὲ ἄλλοι οὐκ ἀρκέσουσίν σοι πρὸς σωτηρίαν ἐν τῷ καιρῷ τῆς ἀντα ποδόσεως, ἀλλὰ τρέμοντες καὶ ἱδροῦντες ἐκτήξονται. Ἄσοφός σοι καὶ ἀπαίδευτος ὀφθήσεται ὁ Πλάτων, τῶν νόμων σοφιστής, ταπεινὸς δὲ ὁ βαρὺς τόνος ἐκεῖνος καὶ κατὰ πάντων νομοθετῶν ἀνῃρημένος τὸ κράτος, ὅταν βλέπωσιν τοὺς σωμεραστὰς διελκομένους, οἷς αὐτοὶ κακῶς ἐφῆκαν τὴν ἐξουσίαν. 5.12.6 Πάντως δὲ οἱ τοὺς ἄλλους μὴ κωλύσαντες εἰς ἑαυτοὺς πρῶτον τὴν ἁμαρτίαν ἐπέστρεψαν καὶ διπλῆς εὑρεθήσονται κατηγορίας ὑπαίτιοι, ἧς τε ἔπραξαν αὐτοὶ καὶ ἧς τοὺς ἄλλους ἀκολασταίνειν ἀφῆκαν. Οἱ τοίνυν βουλόμενοι κοσμίαις ὡς ἔνι μάλιστα γαμεταῖς συζῆν, αὐτοὶ τὸν ἴδιον τρόπον διδάσκαλον τῶν συνοίκων ποιησάτωσαν, ἵν' ἔχωσιν ἀγαθὸν ἀφ' ἑστίας τὸν ζῆλον. 26 6.t.1 Ἀστερίου ἐπισκόπου Ἀμασείας λόγος εἰς τὸν προφήτην ∆ανιὴλ καὶ εἰς τὴν Σωσάνναν 6.1.1 Ἀεὶ τοῦ πνεύματος ἡ χάρις ὑπερχεόμενον ἔχουσα τὸν πλοῦτον τῆς δωρεᾶς οὐκ ἀργεῖ τὰ ἑαυτῆς ὁπηνίκα καὶ οἷς ἂν ἐθέλῃ ἐπιδείκνυσθαι. Οἷα γὰρ ποταμὸς πεπληρωμένος τῶν εἰς ζωὴν ἁλλομένων ὑδάτων ἀπεναντίας τοῖς ὁρωμένοις τούτοις καὶ κατὰ γῆν, τὰς τῆς ἐνεργείας ἀφέσεις ἔχει χορηγουμένας. 6.1.2 Οὐ γὰρ ἐπιλείπει τὸ ῥεῖθρον αὐτῇ καθάπερ ἐκείνοις ἐνίοτε, οὐδ' ἀναβάσεις καὶ ὑποβάσεις ὥσπερ αὐτοὶ ἐπιδέχεται, οὐδὲ τὸ καὶ τὸ μέρος κατὰ τούτους περιλαμβάνει, ἀλλὰ καὶ πλήθει ἀεὶ καὶ πᾶσιν ἀρκεῖ· καὶ εἰς τοὺς μετόχους ὑπορρέουσα τοῦ πληρώματος οὐδὲν ἧττον μένει πεπληρωμένη, ἀλλὰ γὰρ καὶ οὕτω τὴν χάριν ἔχουσα δαψιλῆ οὐδὲ πρὸς ἡλικίας οἶδεν διαδίδοσθαι καὶ μερίζεσθαι. 6.1.3 Οὐ γὰρ ὄγκῳ σωμάτων τὰ ἀμέτρητα οἶδεν μετρεῖσθαι, ἀλλὰ ψυχῆς εὐγενείᾳ καὶ καθαρότητι συνέρχεσθαι τε καὶ ἐπιφαίνεσθαι. Καὶ διὰ τοῦτο νῦν μὲν συμπεριφέρεται ἀρτιγαλακτοτροφουμένῳ τῷ Σαμουήλ, νῦν δὲ τὸν ∆αβὶδ ἐκ τῶν ποιμνίων αὐτῶν προβάτων ἀναλαμβάνει τῶν ἀδελφῶν οἷς ἐδόκει παρεωρᾶσθαι διὰ τὸ ἀτελὲς τῆς ἡλικίας ἐκκρίνουσα. 6.1.4 Ἄλλον ἐξ ἀροτῆρος τῷ χρίσματι τελειοῖ καὶ μετ' ἐκείνους τὸν νῦν κείμενον εἰς ὑπόθεσιν, μακάριον καὶ τῷ ὄντι σοφὸν ∆ανιήλ, ἁπαλὸν ἔτι καὶ κομιδῇ νέον ὁμοῦ καὶ πρεσβυτέρων κριτὴν καὶ προφήτην καθίστησιν· ὃς εἰ καὶ τῆς βαρείας ἐκείνης ἔργον ἐγεγόνει αἰχμαλωσίας καὶ
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.