Homiliae · §u09-rem-early

Unit 9 rem early

Rem early: Unit 9; lemma and argument toward the thesis.

Greek

Ἑβραίων ἐχόντων ὁ Κύριος ἡμῶν καὶ Σωτήρ, ὥσπερ τις ἰατρὸς ἐπιμελής τε ὁμοῦ καὶ σοφός, πρὸς τὴν πρώτην πεῖραν οὐκ ἐνδόντος τοῦ πάθους ἄλλον τρόπον τῆς θεραπείας μεταχειρίζεται. Τυφλῷ δὲ βούλεται θεραπεῦσαι τυφλοὺς τὴν διάνοιαν, ὃς ἐκ τοῦ προστυχόντος εὑρέθη, οὐ λώβῃ τινι συμβάσει παθὼν τὴν τυφλότητα, ἀλλὰ πταίσματι φύσεως οὕτως ἐκ γαστρὸς παραχθεὶς εἰς τὸν βίον. 7.3.2 Θεασάμενος δὲ τὸν ἄνθρωπον ἔστη καὶ πρὸς θεραπείαν ἕτοιμος ἦν· θεραπείαν ἀνθρωπικοῦ λόγου καὶ τέχνης κρείττονα. Ἰατρικὴ μὲν γὰρ καὶ ὁ κατ' αὐτὴν λόγος ἐκείνοις τῶν νοσημάτων ἐπιβάλλει τὴν θεωρίαν, ὅσα τῆς φύσεως ἀπαρτισάσης τὸ ζῷον καὶ προαγούσης εἰς φῶς χρόνοις ὕστερον κατά τινας περιστάσεις ἐπισυμβαίνει, τῆς δὲ συντεχθείσης τῷ σώματι λώβης οὐκ ἐπαγγέλλεται θεραπείαν. Οὐ μέντοι γε οὐδὲ τῶν παθῶν πάντων τῶν εἰς ὕστερον συμβαινόντων. 7.3.3 Καὶ τούτου μάρτυρες οἱ ἠκρωτη ριασμένοι τῶν ἀνθρώπων, οἷς οὐδεὶς ἰατρὸς τὴν τῶν μελῶν στέρησιν ἐπηνώρθωσε. ∆ιόπερ καὶ οἱ μαθηταὶ τὸ πάθος κατελεήσαντες καὶ βλέποντες ἄνθρωπον τῆς καλλίστης ἡδονῆς τοῦ φωτὸς μὴ γευσάμενον τὴν αἰτίαν περιεργάζοντο τῆς κακώσεως καὶ ἐπυνθάνοντο παρὰ τοῦ Κυρίου οὐ λίαν ἐπιστημόνως, εἴπερ ἐξ ἁμαρτίας οἰκείας ἢ διὰ πλημμε λήματα τῶν γονέων τοιοῦτος εἰς τὸν βίον παρήχθη. 7.3.4 Ἑκατέρωθεν δὲ ἡ ἐρώτησις ἔχει τὸ ἐπιλήψιμον· οὔτε γὰρ ἂν ὑπὲρ τῶν πατέρων ὁ παῖς κατεγνώσθη, ἄλλον ὑπὲρ ἄλλου τοῦ Θεοῦ μὴ κολάζοντος· οὔτε μὴν ἰδίων πλημμελημάτων ἀπέτισε δίκας, εἴγε οὗτος μὲν τυφλὸς ἐγεννήθη. Οὐδεὶς γὰρ ἁμαρτωλὸς πρὸ γεννήσεως. Ἡ μὲν οὖν πεῦσις οὐ λίαν δόκιμος· ὅπως δὲ ἡ ἀλήθεια, ὁ Κύριος ἡμῶν, πρὸς τὴν ἐρώτησιν ἀπε κρίνατο, καταμάθωμεν. 7.3.5 Τὸ γὰρ πάθος τοῦτο, φησίν, ὦ μαθηταί, οὐχ ἁμαρτημάτων ἐστὶν ἀντίδοσις, ἀλλ' ἑτοιμασία μελλούσης οἰκονομίας, ὅπως ἂν ὁ τέως κοινὸς νομιζόμενος ἄνθρωπος ἐνεργήσῃ τὰ ὑπὲρ ἄνθρωπον καὶ ὁ κτίστης τῶν ὅλων μετὰ τὴν πρώτην ποίησιν εὕρῃ καὶ νῦν τοῦ δημιουργεῖν ἀφορμάς, ἐκ δὲ τῶν μερικῶν καὶ τὰ καθόλου πιστώσηται, ὁ δὲ σκλῆρος λαὸς καὶ δυσάγωγος πεισθῇ προσκυνεῖν ῥίψας τοὺς λίθους. 7.3.6 Φωτισθήτωσαν τοίνυν ὀφθαλμοὶ μὴ βλέποντες, ἵνα καταλάμψῃ τὰς ψυχὰς τῶν ἀσυνέτων ὁ τῆς δικαιοσύνης ἥλιος. Γενέσθω πρᾶγμα παράδοξον καὶ κτισθήσωσαν ὄψεις, ἵνα μάθωσιν οἱ στασιάζοντες, ὡς ὁ λεγόμενος υἱὸς τοῦ Ἰωσήφ, εἰ ἦν ἀληθῶς τέκτονος παῖς, δίφρον μὲν ἐδύνατο διαρραγέντα ἐπανορθοῦν, ἢ τὰ ξύλα συνάγειν τῆς ἁρμονίας ἀποζευχθέντα, ἢ τὴν κλασθεῖσαν ὑπερείδειν δοκόν, ἢ λεαίνειν τὸ τραχὺ τῶν σανίδων, ἢ ποιεῖν ὅλως 31 ἐκεῖνα, ἃ χειροτέχνης πατὴρ κατὰ τὸν λόγον τοῦ ἐπιτηδεύματος διδάσκει τὸν παῖδα· 7.3.7 ἀνθρώπου δὲ μέρος, καὶ μέρος τὸ κάλλιστον τὸν ὀφθαλμόν, τὸ μάλιστα παρὰ τῆς φύσεως φιλοπόνως δημιουργούμενον, οὐκ ἂν ἐποίησεν ἄλλος, εἰ μήγε ὁ τῆς πρώτης ἀρχῆς τῆς κατὰ φύσεως ἔχων τὴν ἐξουσίαν. 7.4.1 Κἄν τις θελήσει προσεχῶς τοῖς ἀνθρωπικοῖς μέλεσιν ἐπιστῆσαι τὸν νοῦν, ἐν τούτῳ δὴ μάλιστα τῷ μορίῳ τοῦ σώματος τὴν παντοδύναμον καὶ ποικίλην τοῦ Θεοῦ σοφίαν κατόψεται ἐν μικρᾷ μέλους περιγραφῇ τοσαύτην ἐπιδειξαμένου τὴν φιλοτιμίαν τῆς τέχνης. Πρῶτον μὲν γὰρ αὐτῷ χάρις τις ἐπικέχυται καί ἐστιν ἁπαλώτατός τε καὶ ἄσαρκος, ὡς ἂν εἴποι τις, ἐν τῷ τρυφερῷ τὸ στερεὸν ἔχων καὶ ἐν τῷ μαλακῷ τὸ διατεταμένον καὶ ποικίλαις διήνθισται ταῖς χρόαις. 7.4.2 Τὸ γοῦν μέσον αὐτοῦ τὴν περιγραφὴν ἔχει τοῦ μέλανος, καὶ ταύτην οὐ δι' ὅλου μονοειδῆ, ἀλλὰ ποικίλοις τισὶ κύκλοις συνδεδεμένην· τοῦ κέντρου μὲν αὐτοῦ καὶ μέσου τὸ βαθύτερον ἔχοντος, τῆς δὲ ἐξωτέρω περιφερείας πρὸς τὴν ξανθοτέραν κατὰ μέρος ἀποληγούσης βαφήν. Ταύτης ἔξωθεν τὸ λευκὸν περιβέβληται, στιλπνὸν καὶ διαυγές, οὐκ ἄκρατον ἔχον τὴν λευκότητα, ἀλλ' ἐν κρυσταλλοειδεῖ τινι καὶ διαυγαζούσῃ πεποιημένον τῇ μορφῇ. 7.4.3 Τὸ ἐρυθρὸν κεῖται περὶ τὴν κόρην, ἵνα τῷ λευκῷ καὶ μέλανι κεράσῃ τὴν χάριν. Ἐπὶ τούτοις οὕτως ἐστὶ διαυγὴς καὶ λεῖος ἐν τῇ πυκνότητι, ὥστε καὶ τὰς τῶν ἐγγιζόντων εἰδωλοποιεῖν μορφὰς καὶ οἱονεὶ κάτοπτρον ἀκριβὲς τῶν προσδιαλεγομένων ἐντυποῦσθαι τοὺς χαρακτῆρας, διὸ δὴ καὶ τὸ μεσαίτατον αὐτοῦ τοῦ κύκλου, τὸ κέντρον, προσηγορεύεται κόρη, ἀεὶ τὴν μορφὴν τῷ καταντικρὺ βλέποντι δεικνύον ἀνθρωπικήν. 7.4.4 Ὡς γὰρ οὐκ ἔστι τὸν ὁρῶντα εἰς κάτοπτρον μὴ εὐθὺς ἐνσκιάσαι τῇ ὕλῃ τὸν ἴδιον χαρακτῆρα, οὕτω τὸν ἀντιπρόσωπον ἑστῶτα τοῦ ἀνθρώπου μὴ ἐγγράψαι τῷ ὀφθαλμῷ τὴν οἰκείαν μορφήν. Εἰς ἀλλήλους γοῦν ἄνθρωποι βλέποντες

About this text

Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.