Homiliae Unit 9 opening
Unit 9.
Lemma-led open — . . Ἀστερίου ἐπισκόπου Ἀμασείας λόγος εἰς τὸν ἐκ κοιλίας τυφλόν . . Ἠκούσαμεν ἀρτίως τοῦ υ
Greek
7.t.1 Ἀστερίου ἐπισκόπου Ἀμασείας λόγος εἰς τὸν ἐκ κοιλίας τυφλόν 7.1.1 Ἠκούσαμεν ἀρτίως τοῦ υἱοῦ τῆς βροντῆς Ἰωάννου, μᾶλλον δὲ τοῦ ἁγίου Πνεύματος τοῦ τὸν ἁλιέα καὶ χειροτέχνην συγγραφέα καὶ λογογράφον ἐργασαμένου θείων ὄντως καὶ ὑψηλῶν ὑποθέσεων. Ἐξηγήσατο γὰρ ἡμῖν πολλὴν καὶ μακρὰν τοῦ Κυρίου διάλεξιν, δι' ἧς τὸν ἀπειθῆ λαὸν καὶ δυσήκοον τὴν τοῦ πατρὸς καὶ υἱοῦ θεογνωσίαν ἐπαίδευεν τῆς μοναρχικῆς ἐννοίας τῶν Ἑβραίων ἀπάγων τοὺς λογισμούς, ἀνοίγων δὲ αὐτοῖς τὴν θύραν τῆς χαρίτος ἐκ τῆς νομικῆς παραδόσεως, καὶ πρὸς τὴν καινὴν ∆ιαθήκην ἐκ τῆς παλαιᾶς ἠρεμαίως ἄγων, ὡς ἐκ τῆς ἐρήμου πρότερον ἐπὶ τὴν γῆν τὴν πλουσίαν καὶ εὔκαρπον. 7.1.2 Ἀλλ' ὅμως δεικνύντος αὐτοῦ ποικίλως καὶ τὴν ἰδίαν ὕπαρξιν, ὡς προαιώνιος ὑπάρχει καὶ ἀεὶ τῷ πατρὶ συνημμένη, καὶ διαρρήδην τοῖς κωφοῖς ἐμβοῶντος· Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· οὔτε τοῦ λόγου μαθόντες τὴν δύναμιν, οὔτε διά τινος ἐπιστήμονος ἀντιρρήσεως τὸ μὴ παραδεχθὲν διελέγξαντες ἐπὶ τοὺς λίθους ἀντὶ τῶν λόγων ἐχώρουν· καὶ πόρρωθεν τοῦ σταυροῦ τὰς φονικὰς χεῖρας πρὸς τὴν μιαιφονίαν ἐγύμναζον. 7.1.3 Ὁ δὲ κρίνας πανταχοῦ μακροθύμως ἔχειν πρὸς τὸν ὑβριστὴν δῆμον καὶ βλάσφημον, ἐξέκλινεν αὐτῶν τὴν ὀργὴν καὶ τὸν θόρυβον οὐ ταπεινῶς ἀποδιδράσκων, ἀλλὰ θεϊκῶς· ὃς ἐν μέσῳ τε εἱστήκει καὶ ψηλαφώμενος οὐκ ἐβλέπετο καὶ τοῖς φλεγμαίνουσι προστριβόμενος οὐχ ὁρᾶτο, ἀλλ' εἱστήκεσαν ἐνεοὶ τῇ μὲν προαιρέσει φονῶντες, καθ' ὅτου δὲ τὴν ὀργὴν ἐκπληρώσουσιν οὐκ εὑρίσκοντες· 7.1.4 ὅμοιοι θηρευταῖς ἀπείροις, οἳ ἐπειδὰν πρὸ καιροῦ τὴν θήραν ἀνασοβήσωσιν, ὑποδραμούσης τῆς ἐλάφου λόχμην τινὰ καὶ ἀφανῶς ἐξελθούσης, εἰκῆ πλανῶνται κατὰ τὴν νάπην ἄχθος περιττὸν τὰ δίκτυα φέροντες καὶ μάτην τοὺς σκύλακας ἐφελκόμενοι. 7.2.1 Ἐγὼ δέ, εἰ καὶ τὰ ἄλλα φαῦλος οἰκέτης, τούτου γοῦν οὐκ ἐξελα 7.2.1 θόμην, ὅτι δοῦλός εἰμι καί με προσῆκεν ὑπὲρ τοῦ ∆εσπότου κατὰ τῶν ὑβριστῶν ἐξανίστασθαι. ∆ιὸ καὶ κεκράξομαι πρὸς τοὺς Ἑβραίους ὡς παρόντας σήμερον καὶ παρὰ τῆς μανίας ἐνεργουμένους· Βάλλετε, μιαροί, λίθοις τὸν εὐεργέτην; τίς γὰρ ὑμᾶς ἐκ πέτρας ἐπότισε; βάλλετε λίθοις τὸν πλαξὶ λιθίναις τὸν βίον ὑμῶν κακονίσαντα; 7.2.2 βάλλετε τὸν ἐκλεκτὸν λίθον καὶ ἔντιμον, ὃν Ἡσαΐας ὑμῖν προεφήτευσε; βάλλετε τὸν νοητὸν λίθον τὸν τῆς ἀκροτόμου πέτρας ἀπορραγέντα ἄνευ χειρὸς ἀνθρωπίνης, ὡς ὁ θεσπέσιος ∆ανιὴλ ὑμᾶς ἐδίδαξε; βάλλετε λίθοις τὸν ἀκρογωνιαῖον τὸν τοὺς δύο 30 τοίχους τῆς καινῆς καὶ τῆς παλαιᾶς ∆ιαθήκης συνέχοντα; 7.2.3 Κἂν γὰρ ὑμεῖς μὴ πιστεύσητε, δυνατὸς ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ, τουτέστιν ἀθροῖσαι τῷ Χριστῷ λαὸν περιούσιον τὸν ἐξ ἐθνῶν καὶ ἀκρόβυστον, ἐφ' ᾧ καὶ τὴν ἐπαγγελίαν ὁ Ἀβραὰμ ἐδέξατο εἰπόντος αὐτῷ τοῦ Θεοῦ, ὅτι Ἐνευλογισθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. Τῇ γὰρ ἀπορρήτῳ προγνώσει βλέπων ὁ Θεὸς τὸ μέλλον τῷ ἀρχηγῷ τῆς πίστεως πάντας τοὺς εἰς ὕστερον πιστεύειν μέλλοντας εἰς τάξιν ἀπεκλήρωσε τέκνων. 7.2.4 Ἐθεώρει γὰρ ἔκτοτε τῶν Ἑβραίων τὴν στάσιν καὶ τοὺς λίθους ἔβλεπε καὶ τοὺς ψευδωνύμους υἱοὺς ἐν τοῖς ἀποκηρύκτοις ἠρίθμει. Ἐπειδὴ δὲ λόγῳ καταγγέλλων αὐτοῖς τὴν ἀλήθειαν οὐκ ἔπειθεν εὐσεβεῖν, παρεστὼς ἀπεκρύβη καὶ φαινόμενος οὐκ ἐβλέπετο, ἵν' ἐκ τῆς τοιαύτης αὐτοῦ θαυματουργίας ἑλκύσῃ πρὸς συγκατάθεσιν τοῦ, ὅτι καὶ Θεὸς ἐτύγχανεν καὶ Θεὸς Ἀβραὰμ πρεσβύτερος. 7.2.5 Ἀκούσατε οὖν, φησίν, ὦ ἀληθῶς τυφλοὶ καὶ ἀνόητοι· Τίς οὗτος, ὁ καὶ συμπαρὼν ὑμῖν καὶ μὴ βλεπόμενος; ἢ τάχα ἐκεῖνος ὁ καὶ πρὸς Μωϋσῆν λαλῶν καὶ μὴ φαινό μενος; Ἑωρᾶτο γὰρ καὶ τότε πῦρ καὶ βάτος, ἀμφότερα ἄφωνα· ἀλλ' ὅμως καὶ φωνὴ ἠκούετο καὶ λόγος ἐπαίδευε καὶ ἀσφαλῶς τὸ μέλλον προηγορεύετο. Καὶ χρὴ τοὺς νοῦν ἔχοντας ἐκ τῆς συγγενείας τῶν πραγμάτων γνωρίσαι τὸ πρόσωπον. 7.3.1 Οὕτως δὲ ἀλόγως καὶ ἀνοήτως τῶν
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.