Homiliae · §u15-open

Homiliae Unit 15 opening

Unit 15.

Lemma-led open — τιμὰς προθύμως τὸν τῆς ἀρίστης πολιτείας ἐξανύωσι βίον. . . Ὡσαύτως καὶ Ἡλίας ὁ τοῦ προφήτ

Greek

τιμὰς προθύμως τὸν τῆς ἀρίστης πολιτείας ἐξανύωσι βίον. 10.12.3 Ὡσαύτως καὶ Ἡλίας ὁ τοῦ προφήτου τούτου καθηγεμὼν μετὰ 10.12.3 τοὺς φλογώδεις ἵππους καὶ τὸ πύρινον ἅρμα ἐν ἄλλῃ βιωτεύων ζωῇ καὶ ἀπελθὼν ἐξ ἀνθρώπων εἰς τὸν χῶρον ὃν ἔλαχεν, ἱκανὸν τῆς ἑαυτοῦ δυνάμεως σύμβολον ἀφῆκεν τὴν μηλωτήν. Καίτοι πόσου τινὸς ἀξία ὑπῆρχεν ἐκείνη; Οὐ γὰρ ἦν ἄλλο τι ἢ δέρμα νεκρὸν καὶ φαῦλον ἐκ παλαιό τητος. Ὅμως δὲ καὶ ὁ Ἰορδάνης αὐτὴν ὑπεστέλλετο καὶ δίχα τὸ ὕδωρ ἐτέμνετο καὶ διακεκριμένον εἱστήκει ὥσπερ ἐπὶ τοῦ Ἰησοῦ τὸ παλαιόν, ὃς ἦν τύπος τοῦ μέλλοντος. 10.12.4 Παρῆν δὲ καὶ ἀπὼν ὁ Θεσβίτης καὶ τὸ ἔνδυμα τοῦ φιλοσόφου ἐδεξιοῦτο τὸν μαθητήν, ἀσφαλῆ τοῦ ποταμοῦ χαριζομένης τὴν περαίωσιν τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ τὰ ἐνδύματα τῶν ἁγίων τιμώσης ὡς ἔμψυχα. Καὶ ἵνα δειχθῇ καθαρῶς ὅτι τὸ περὶ τὸν ποταμὸν θαυματούργημα οὐ διὰ τὴν αἰτίαν ἐγένετο τοῦ πλήττοντος τὸ ὕδωρ, ἀλλὰ διὰ τὴν τιμὴν τοῦ οἰχομένου καὶ ἀναληφθέντος, πατά ξαντος τὸ ὕδωρ τοῦ Ἐλισσαίου ἔρρει τὸ ὕδωρ συνήθως οὐδὲν πεπονθὸς καινόν. 10.12.5 Ἐπειδὴ δὲ ἀποτυχὼν ἐπεβόησεν· Ποῦ δή ἐστιν ὁ Θεὸς Ἡλίου, καὶ βοήσας ἐκ δευτέρου καθίκετο, εὐθὺς ὁ ποταμὸς διασχὼν τὸ ῥεῖθρον γυμνὴν ἔδειξε τὴν ξηρὰν καὶ πεζεύσας ὁ προφήτης εἰς τὸ πέραν ἀφίκετο. 10.13.1 Ὁ δὲ Ἰωσὴφ τὸν Ἰακὼβ τελευτήσαντα οὐχ ὡς πατέρα τοσοῦτονἰδιαζόντως ἀγαπῶν, ὅσον ὡς κοινὸν τοῦ ἔθνους πατριάρχην τιμῶν, μετὰ τῆς πολυθρυλήτου θεραπείας ἐκείνης ἀπήγαγεν ἐξ Αἰγύπτου τὸ λείψανον, ὥστε τὸν Μωϋσέα μετὰ τῆς τοῦ κόσμου γενέσεως καὶ τῆς 56 λοιπῆς ἱστορίας ἀνάγραπτον δοῦναι καὶ τοῦτο τῷ βίῳ διήγημα. 10.13.2 Ἰωσὴφ δὲ πάλιν ὕπαρ παρὰ τοῦ Ἰσραὴλ ὁδεύοντος ἐκ τῶν ὀφθαλμῶν, ὡς ἂν εἴποι τις, ἐκλάπη τοῦ Φαραώ, πανταχοῦ δὲ συμπαρῆν τῷ λαῷ τὸ σῶμα καὶ ἤγετο μετ' ἐπιμελείας ὡς ἀγαθόν τι καὶ ἀλεξίκακον φυλακτήριον ἀσφαλὲς τῶν ἑξήκοντα μυριάδων. Καὶ τοσαύτην εἶχον τὴν αἰδῶ περὶ τὴν λάρνακα τοῦ προπάτορος, ὅσην περὶ τὴν ἁγίαν κιβωτόν, ἣ τὸν τοῦ Θεοῦ νόμον ἐβάσταζεν. 10.13.3 ∆ιὸ καὶ ὁ ∆αβὶδ παρακαλῶν που τὸν Θεὸν ἵλεων εἶναι καὶ εὐμενῆ τῷ λαῷ, καὶ μυρίαις αὐτὸν ταῖς ἱκεσίαις ἐκλιπαρῶν, ἵνα τὴν συνεχῆ καὶ ἐπάλληλον τῶν συμφορῶν στήσας πληγὴν πάλιν ἐν ἀγαθῇ προνοίᾳ διοικῇ τὴν Ἱερουσαλὴμ ὡς τὸ πρότερον, οὕτως φησί· Ὁ ποιμαίνων τὸν Ἰσραήλ, πρόσσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ. ∆υσωπεῖ γὰρ τὸν Θεὸν τοῖς τῶν ἀγαπητῶν καὶ φίλων ὀνόμασιν καὶ λίαν εὐμηχάνως τὴν ἱκετηρίαν μεταχειρίζεται τοῦ δυσσε βήσαντος πλήθους τὰς ἁμαρτίας οἷον ἐγκρύπτων καὶ σκέπων ταῖς τῶν ἁγίων πατέρων προσηγορίαις. 10.14.1 Τοῦτον ἡμῖν ὑπαγορεύει τὸν νοῦν καὶ ὁ περὶ τὰ Σόδομα σωζόμενος λόγος. Ἀβραὰμ γὰρ Σοδομίτας παραιτούμενος, ἡνίκα δυσμεναίνων αὐτοῖς ὁ Θεὸς μετὰ προρρήσεως ἐπήγαγεν τὴν κόλασιν, τῇ φειδοῖ τῶν δικαίων ἠξίου σωθῆναι τὸν σύμπαντα δῆμον. Ἀρξάμενος γὰρ ἀπὸ τῶν πεντήκοντα εἰς τοὺς δέκα κατέληξεν καὶ πρὸς τὴν ἱκεσίαν εὐθέως ἔνευσεν ὁ Θεός, ὥσπερ ἐπί τινος ζυγοῦ καὶ πλαστίγγων ταῖς μυριάσι τῶν ἁμαρτωλῶν τὸ τῶν δέκα δικαίων ἀντιστήσας ἀξίωμα. 10.14.2 Ἵνα δὲ ἐπὶ πλέον ἐνδείξηται πᾶσιν ἡμῖν, ὅτι καὶ εἷς δίκαιος τίμιον πρᾶγμα καὶ Θεῷ φίλον, ἐπειδὴ ὁ μὲν δέκατος ἐξέλιπεν ἀριθμὸς καὶ εὑρέθη ταύτης τῆς ὀλιγότητος τῶν ὁσίων τῶν ἁμαρτωλῶν ὁ δῆμος πενόμενος, ἐχρῆν δὲ τοὺς παρανομή σαντας δοῦναι θρασύτητος δίκην, σφοδρῶς ἐλαύνεται τῶν καταδικασθέντων τόπων ὁ Λὼτ καὶ σώζεται παγγενεὶ εἰς τὸ γέρας τῆς ἰδίας δικαι οσύνης καὶ τοὺς οἰκείους πάντας παρὰ τοῦ Θεοῦ προσλαβών. 10.15.1 Μέγα οὖν κτῆμα δίκαιος· πρῶτον ὄφελος ἑαυτῷ, ἔπειτα τοῖς ἑξῆς τοῦ γένους θησαυρὸς διαρκὴς ἀγνοούμενος τῇ θέᾳ καὶ ἀεὶ συμπαρών, σιωπῶν καὶ παιδεύων τοὺς ἄλλους πράγμασι· πάλαι κείμενος καὶ ζῶν ταῖς εὐδοκιμήσεσιν. Ἀγαθὴ τῶν παίδων

About this text

Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.