Unit 15 rem early
Rem early: Unit 15; lemma and argument toward the thesis.
Greek
κληρονομία καὶ ἄσυλος, ἣν χρόνος οὐ δαπανᾷ καὶ λῃστὴς οὐκ ἀφαιρεῖται. Ἀσώματος γάρ ἐστι καὶ ἄϋλος, ἀσωμάτοις ἐμπολιτευομένη ψυχαῖς. 10.15.2 Ὁρᾷς ὡς καὶ οἱ ἔνδοξοι καὶ ἀοίδιμοι Ἰσραηλῖται πάντων ἀφῃρημένοι καὶ αὐτῆς τῆς γῆς ἐκπε σόντες τῆς πατρικῆς τῆς σεμνῆς προσηγορίας οὐκ ἀφῃρέθησαν οὐδὲ ἐγυμνώθησαν τοῦ καλεῖσθαι ἀπὸ τοῦ φιλοθέου προπάτορος, ἀλλὰ καὶ βαρβάροις δουλεύοντες διὰ τὴν δικαιοσύνην τῶν πατέρων ἠλευθερώθησαν καὶ ἐν ἐρήμῳ διαζῶντες διὰ τὴν εὐδοκίμησιν τῶν γεννησαμένων ἐτρά φησαν· καὶ ἁμαρτάνοντες συνεχῶς καὶ βλασφημοῦντες πολλάκις καὶ ἄξιοι νομισθέντες τῆς ὀλοθρευούσης κολάσεως διὰ τὸν Ἀβραὰμ φειδοῦς ἠξιώθησαν καὶ διὰ τὸν Ἰσραὴλ ἔτυχον συγγνώμης, θρασυκάρδιοι παῖδες εἰς τὰ γέρα τῶν πατέρων σωζόμενοι. 10.16.1 Καὶ οἶδάς γε, ὁ φιλομαθής, ὡς ἐν πρώτοις ὁ Θεός, ἡνίκα ἐκ τῆς ποιμαντικῆς ἐπὶ τὴν ἡγεμονίαν τῶν λαῶν ἐκάλει τὸν Μωϋσῆν, εὐθὺς ταῦτα πρὸς τὸν δοῦλόν φησιν· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Καὶ μικρὸν πρόσω τοῦ λόγου γενόμενος ταῦτα προστίθησιν· Συνάγαγε τὴν γερουσίαν τῶν υἱῶν Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν ὦπταί μοι, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. 10.16.2 Καὶ οὕτως ἐν προοιμίοις ὁ Θεὸς τῷ ὀνόματι τῶν δικαίων πατέρων οἷον σημάντρῳ τινὶ τοὺς ἀπογόνους σφραγίζεται· καλὸν εἰδὼς καὶ συμφέρον τὸ ἀπ' ἐκείνων γνωρίζεσθαι. Χρόνου δὲ προελθόντος, ἐπειδὴ εἰς ὕβριν τοῦ εὐεργέτου ὥρμησεν ὁ λαὸς καὶ καταφρόνησιν τοῦ Σωτῆρος, προσέκοψαν δὲ τῇ εἰδωλοποιήσει τοῦ μόσχου καὶ προσεκύνουν κρανίον ἄψυχον τὴν ἔμψυχον καὶ λογικὴν φρόνησιν ἀπολέσαντες, 10.16.3 οὐκ ἔχων ὁ Μωϋσῆς τηνικαῦτα 57 ὅπως ὑπὲρ τῶν μαθητῶν ἐξιλεώσηται τὸν ∆εσπότην, ὁ παιδαγωγὸς ὁ πολύμοχθος καταφεύγει πρὸς τὴν μνήμην τῶν πατέρων καὶ μετ' ἐκείνων τὴν ἰκετηρίαν προβάλλεται, φησὶν δὲ οὕτως· Ἵλεως γενοῦ ἐπὶ τῇ κακίᾳ τοῦ λαοῦ μνησθεὶς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν σῶνἱκετῶν, οἷς ὤμοσας κατὰ σεαυτοῦ πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. 10.16.4 Μεγάλη ἡ ὀργὴ καὶ ὁ θυμὸς ἀπαραίτητος· ἀλλ' ὁ σοφὸς καὶ εὐμήχανος ἱκέτης τὰ προσωπεῖα περι θέμενος τῶν ἁγίων καὶ τὰς πολίας τῶν γερόντων διὰ τῆς μνήμης τῷ Θεῷ ὑπορρίψας ἔσβεσεν ὡς φλόγα τὴν τιμωρίαν, πατρικῷ ἐλαίῳ τῶν μανέντων υἱῶν θεραπεύσας τὰ τραύματα. 10.17.1 Καταλιπὼν τὴν Μωσαϊκὴν βίβλον ἐπὶ τὰς βίβλους τῶν Βασιλέων μετάβηθι. Ὄψει γὰρ κἀκεῖ παῖδα φειδοῦς ἀξιούμενον, διότι γέννημα ἦν φιλοθέου πατρός. Σολομὼν δέ ἐστιν οὗτος ὁ πολυθρύλητος· ὅς, ἐπειδὴ προϊόντος τοῦ χρόνου οὐκ ἦν τῶν παθῶν αὐτοκράτωρ, δοῦλος δὲ μᾶλλον καὶ ἀκρατέστερος σωμεραστής, διὰ δὲ τὴν ἀπροσεξίαν τοῦ βίου μετέβαλεν καὶ τὴν πατρῴαν εὐσέβειαν, εἴδωλα μορφώσας τὰ τοῦ νόμου προσκόμματα· 10.17.2 φησὶ πρὸς αὐτὸν ὁ Θεός· ∆ιαρρήσων διαρρήξω τὴν βασιλείαν σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου· πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω ταῦτα διὰ ∆αβὶδ τὸν πατέρα σου· ἐκ χειρὸς τοῦ υἱοῦ σου λήψομαι αὐτήν. Ταῦτα ἡμᾶς ἡ ἱστορία παιδεύει· διδάσκει καὶ ἡ ᾠδὴ τῶν ψαλμῶν τὰ ὅμοια· Νεώτερος ἤμην· καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. 10.18.1 Ἀλλ', ᾗ ἔοικεν, ἐπειδὰν ἅπαξ ψυχὴ τῆς ἀληθείας καταθρασύνηται καὶ τὸ καινοτομεῖν ἐκπλήκτως ἀντὶ τοῦ ζῆν ἐν τάξει προέληται, οὐδὲν αὐτὴν ἐπιστρέφειν ἱκανὸν εἰς τὴν εὐθεῖαν καὶ τεταγμένην ὁδόν· ἐνδακοῦσα δὲ τὸν χαλινὸν ὥσπερ τις πῶλος δυσήνιος φέρεται πρὸς τὸ βάραθρον νικῶσα τὸν ἀναβάτην νοῦν τῇ πρὸς τὴν κακίαν ὁρμῇ, ὥσπερ δὴ καὶ τοὺς Εὐνομιανοὺς τούτους ἔστιν ἰδεῖν. 10.18.2 Οὕτως γὰρ φιλοῦσι καλεῖσθαι μᾶλλον ἢ τοῦ Χριστοῦ ἄνθρωποι, Θεὸν βλασφημοῦντες, τοὺς ἀνθρώπους τοῦ Θεοῦ ἀτιμάζοντες, μᾶλλον δὲ
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.