Unit 15 rem mid
Rem mid: Unit 15; lemma continues; reading with the letter.
Greek
ἐντρεπόμενοι τὰς τῶν ἁγίων ἀναπαύσεις ἢ οἱ σωφρονοῦντες τοὺς βωμοὺς καὶ τοὺς βεβήλους καὶ τοὺς μεμιασμένους τῶν τόπων. Ἐχρῆν δὲ τοὺς τῆς ἀπονοίας ἐκείνης ἀσκητὰς καὶ τὸ κατὰ πάντων θράσος ἀρετὴν νομίζοντας τὰς γοῦν τῶν δαιμόνων αἰδεσθῆναι φωνὰς κραζόντων καὶ βοώντων λαμπρῶς τῶν μαρτύρων τὴν δύναμιν καὶ ὀνόμασι καλούντων ἕκαστον ὡς παρεστῶτα καὶ ἀπελαύνοντα καὶ φυγα δεύοντα τῶν τυραννουμένων ἀνθρώπων. 10.18.3 Εἴτε δὲ τὰ πνεύματα τῶν ἀθλητῶν τῆς εὐσεβείας ἐθέλοι τις ἐνεργεῖν κατὰ τῶν ἀκαθάρτων πνευμάτων εἴτε ἀγγέλους εἰς τιμὴν τῶν ἀναπεπαυμένων παρεδρεύοντας τοῖς ἁγίοις σηκοῖς, οὐδὲν διαφέρει· ὁπότερον γὰρ ἂν λέγηται, δόξα τῶν ὑπὲρ τῆς εἰς Χριστὸν ἀγάπης ἐστὶ παθόντων. Πρόδηλον δὲ φαίνονται καθ' ἡμέραν αἱ τῶν μαρτύρων εὐεργεσίαι, ἄλλοτε ἄλλαι καὶ διαφερόντως, αἳ τῶν σατανικῶν ἐνεργημάτων ἐλευθεροῦσι τοὺς παραφόρους. Οἱ γὰρ ὑλακτοῦντες καὶ τοῖς ἀδιηγήτοις τῆς μανίας ποτὲ κακοῖς ἐνεχόμενοι νῦν σωφρονοῦντες ὁρῶνται καὶ τῆς πρεσβείας τῶν ἁγίων τὴν παρρησίαν παρ' αὐτῶν βλέπομεν τῶν πραγμάτων μαρτυρουμένην. 10.18.4 Καὶ ὥσπερ τῆς τοῦ Σωτῆρος ἡμῶν δυνάμεως ἀναμφίβολα δείγματα ἐν μέσῳ τῶν Ἑβραίων περιενόστουν, οἵ τε τῆς λέπρας ἀποξεσθέντες καὶ οἱ τὰς ὄψεις ἰαθέντες τυφλοὶ καὶ εἴ τις παραλυτικὸς τὰς τῶν μελῶν ἁρμονίας δυναμωθεὶς ἀκωλύτως ἐβάδιζεν, οὕτως καὶ νῦν οἱ τὸν σταυρὸν ὑπὲρ τοῦ σταυρωθέντος βαστάσαντες τῆς παρὰ τοῦ ∆εσπότου χάριτος ἐναργεῖς τὰς ἀποδείξεις παρέχονται, ποικίλως καὶ διαφόρως τοὺς πιστοὺς τῶν ὁμοδούλων ἰώμενοι. 10.18.5 Καὶ Παῦλος μὲν καὶ Πέτρος, ὁ μὲν διώξας τὸ τοῦ Πύθωνος δαιμόνιον, ὁ δὲ τὸν χωλὸν ἀναστήσας τῶν τοῦ ναοῦ προπυλαίων, ἐκ πρακτικῶν δυνάμεων Ἑβραίους καὶ Ἕλληνας πρὸς τὴν ὑπακοὴν τοῦ εὐαγγελίου ἐπέστρεψαν· αἱρετικῶν δὲ πονηρὸν σύνταγμα τὸ νῦν κακῶς διοχλοῦν τὴν ἡμετέραν 58 ζωὴν οὐδὲ τῇ μεγαλουργίᾳ τῶν θαυμάτων αἰδεῖται τοὺς μάρτυρας· πολυάνδρια δὲ καὶ τάφους καὶ κοιμήσεις αὐτῶν ὀνομάζουσι καὶ τὰς εἰσόδους αὐτὰς ὡς μιάσματι προστριβομένας μυσάττονται, οὐδὲ ἐκείνου τοῦ θεοπνεύστου λογίου τοῦ παρὰ παντὸς ᾀδομένου στόματος μνημονεύοντες, ὅτι· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. 10.18.6 Εὐξώμεθα τοίνυν Θεῷ, παρακαλέσωμεν δὲ μάρτυρας τὸν κοινὸν δυσωπῆσαι ∆εσπότην, ἵνα δοθῇ πνεῦμα κατανύξεως τοῖς παρὰ τῆς αἱρετικῆς πλάνης ἐνεργουμένοις, λυθείσης δὲ τῆς διχονοίας ὥσπερ μεσοτοίχου τινὸς ἢ φραγμοῦ εἰς ἀδελφικὴν οἱ πάντες συνέλθωμεν ἕνωσιν· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 11.t.1 Ἀστερίου ἐπισκόπου Ἀμασείας ἔκφρασις εἰς τὴν ἁγίαν Εὐφημίαν τὴν μάρτυρα 11.1.1 Πρώην μέν, ὦ ἄνδρες, ∆ημοσθένην εἶχον ἐν χερσὶ τὸν δεινὸν καὶ ∆ημοσθένους ἐκεῖνα ἔνθα δὴ τὸν Αἰσχίνην πικροῖς βάλλει τοῖς ἐνθυμήμασιν· ἐγχρονίσας δὲ τῷ λόγῳ καὶ πυκνωθεὶς τὴν διάνοιαν ἀνέσεως ἐδεόμην καὶ περιπάτου, ὥστε μοι λυθῆναι μικρὸν τῆς ψυχῆς τὸ πονού μενον. Προελθὼν δὲ τοῦ δωματίου καὶ ὀλίγα τοῖς γνωρίμοις συμβαδίσας ἐπ' ἀγορᾶς, ἐκεῖθεν εἰς τὸ τοῦ Θεοῦ τέμενος ἀφικόμην εὐξόμενος ἐν σχολῇ· 11.1.2 ὡς δὲ καὶ τούτου τυχὼν ἕνα δὴ τῶν ὑποστέγων δρόμων ἐβάδιζον, εἶδον ἐκεῖ γραφήν τινα καί με κατ' ἄκρας εἷλεν ἡ θέα· Εὐφράνορος ἂν εἶπες εἶναι τὸ φιλοτέχνημα ἤ τινος ἐκείνων τῶν παλαιῶν, οἳ τὴν γραφικὴν ἦραν εἰς μέγα ἐμψύχους ὀλίγου δέοντος ἐργασάμενοι πίνακας. ∆εῦρο δ' εἰ βούλεικαὶ γὰρ σχολὴ νῦν διηγήματος, φράσω σοι τὴν γραφήν· οὐδὲ γὰρ φαυλότερα πάντως τῶν ζωγράφων οἱ μουσῶν παῖδες ἔχομεν φάρμακα. 11.2.1 Γυνή τις ἱερὰ παρθένος ἀκήρατον Θεῷ τὴν σωφροσύνην καθιερώ σασαΕὐφημίαν καλοῦσιν αὐτήν, τυράννου δέ ποτε τοὺς εὐσεβοῦντας ἐλαύνοντος μάλα προθύμως τὸν ἐπὶ θανάτῳ εἵλετο
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.