Homiliae · §u18-rem-close

Unit 18 rem close

Rem CLOSEOUT: Unit 18 CLOSEOUT.

Greek

περιέχουσαν σε νόσον. Σύντριψον σαυτὸν ὅσον δύνασαι, ζήτησον καὶ ἀδελφῶν ὁμοψύχων πένθος βοηθοῦν σοι πρὸς τὴν ἐλευθερίαν, δεῖξον μοι πικρόν σου καὶ δαψιλὲς τὸ δάκρυον, ἵνα μίξω καὶ τὸ ἐμόν, λάβε καὶ τὸν ἱερέα κοι νωνὸν τῆς θλίψεως ὡς πατέρα. 13.12.2 Τίς γὰρ οὕτως πατὴρ ψευδώνυμος ἢ τὴν ψυχὴν ἀδαμάντινος, ὡς μὴ συνοδύρεσθαι τοῖς τέκνοις λυπομένοις ἢ πάλιν συνευφραίνεσθαι χαίρουσιν; Ἱερεὺς υἱοῦ τοῦ κατὰ θρησκείαν οὕτως ὀδύρεται ἁμαρτίαν, ὡς Ἰακὼβ τοῦ Ἰωσὴφ τὸν ᾑμαγμένον χιτῶνα, ὡς ∆αβὶδ τοῦ Ἀβεσσαλὼμ τὸν ὄλεθρον, ὡς ὁ Ἠλὶ τὸν Ὀφνὶ καὶ Φινεὲςπεσόντας ἐπὶ τῆς παρατάξεως, ὡς Μωϋσῆς τὸν λαὸν τὴν ἄθεον μοσχοποιΐαν καινοτομήσαντα. 13.12.3 Πρὸ τῶν σωματικῶν πατέρων θάρρησον τῷ κατὰ Θεόν σε γεννήσαντι, δεῖξον αὐτῷ ἀνερυθριάστως τὰ κεκρυμμένα, γύμνωσον τὰ τῆς ψυχῆς ἀπόρρητα ὡς ἰατρῷ πάθος δεικνύων κεκαλυμμένον· αὐτὸς ἐπιμελήσεται καὶ τῆς εὐσχημοσύνης καὶ τῆς θεραπείας· πλέον ἡ αἰδὼς τῶν γονέων ἅπτεται τῶν πεπονθότων αὐτῶν. Ἡ γὰρ ἐκείνων δόξα τῶν γεννησαμένων ἐστὶν καὶ ἡ αἰσχύνη ὁμοίως. Ἄδηλος, ἀδελφοί, τῆς ζωῆς ἡ προθεσμία. Φθάσωμεν τῇ ἐπιμελείᾳ τὴν ἔξοδον. 13.12.4 Ἄτοπον γὰρ τοὺς μὲν τῆς σαρκὸς λελογισμένως ποιουμένους τὴν πρόνοιαν καθαίρειν ἑαυτοὺς τῶν ὑλῶν πρὸ τῆς ἐπιτολῆς τοῦ λεγομένου κυνός, ἵνα μὴ διασαπὲν ἐκ τῆς ἄγαν θερμότητος τὸ ὕγρον νοσοποιὸν σῆψιν ἐργάσηται, τοὺς δὲ κατὰ διάνοιαν ἐπιμελείας χρῄζοντας μὴ προφθάνειν τοῦ θανάτου τὴν ἀδηλίαν καὶ τοῦ κολαστηρίου πυρὸς τὴν ζέσιν, τοῦ ἀλήκτως φλέγοντος καὶ μηδέποτε ψυχομένου. 13.12.5 Τὴν δραχμὴν εἶχες τὴν εὐαγγελικὴν καὶ καλῶς ἐπλούτεις τῷ χρήματι, εἶτα διὰ ῥᾳθυ μίαν ἀπώλεσας. Ἅψον τὸν ἐκ τῆς μετανοίας λύχνον, κατάκυψον ἐπιμελῶς, ζήτησον τὸ κειμήλιον τοῖς γηΐνοις ἐγκρυπτόμενον πάθεσιν. Εὑρηκὼς ἀνελοῦ καὶ σῶσον, ἵνα σοι συγχαρῶμεν οἱ γείτονες χαρὰν τὴν ἐν Χριστῷ, ᾧ πρέπει δόξα, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

About this text

Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.