Homiliae · §u19-open

Homiliae Unit 19 opening

Unit 19.

Lemma-led open — . . Ἀστερίου ἐπισκόπου Ἀμασείας λόγος εἰς τὴν εἴσβασιν τῶν ἁγίων νηστειῶν . . Σύνθετον ζῷο

Greek

14.t.1 Ἀστερίου ἐπισκόπου Ἀμασείας λόγος εἰς τὴν εἴσβασιν τῶν ἁγίων νηστειῶν 14.1.1 Σύνθετον ζῷον ὁ ἄνθρωπος, ἀπὸ σώματος τοῦ φαινομένου καὶ τῆς λογικῆς καὶ ἀσωμάτου ψυχῆς λαχὼν εἶναι ὅπερ ἐστίν. Τῶν δέ γε δύο τούτων τῶν προρρηθέντων οὐχ ὁμότιμος ἡ φύσις καὶ ἡ ἀξία, ἀλλὰ τὸ μὲν ὄργανον ἐδημιουργήθη πρὸς τὴν οἰκονομίαν τῆς κρατούσης κινούμενον, ἡ δὲ ἡγεμονεύειν ἐτάχθη καὶ βασιλεύειν ὡς κρείττων τοῦ χείρονος. 14.1.2 Λαβοῦσα δὲ αὕτη τὸ διακριτικὸν ἀπὸ τοῦ νοῦ καὶ τοῦ λόγου καὶ τῶν καλῶν καὶ τῶν οὐ τοιούτων τὴν διαφορὰν ἐξευροῦσα γνωρίζει μὲν Θεὸν ποιητὴν καὶ δημιουργὸν τῶν τε ἐν ποσὶ τούτων καὶ τῇ αἰσθήσει καταληπτῶν, οὐ μὴν ἀλλὰ καὶ τῶν ἀοράτων, ὅσα νοῦς ἀσώματος φαντασιούμενος βλέπει. 14.1.3 Ἀσκοῦσα δὲ δικαιοσύνην καὶ ἀρετήν, ὡς Θεῷ φίλη, ἐφίεται φιλοσοφίας καὶ τοῖς ἐκείνης νόμοις καὶ παραγγέλμασι πειθομένη ἀπάγει μὲν ἑαυτὴν ὅτι πλεῖστον τῶν σαρκικῶν ἐπιθυμημάτων, ἐγγίζει δὲ τῷ Θεῷ καὶ ὅση δύναμις οἰκειοῦσθαι τῷ ἀγαθῷ πραγματεύεται. 14.1.4 Αὐτῆς δὲ τῆς ἱερᾶς φιλοσοφίας περὶ τὴν λεγομένην ἐγκράτειαν τὸ πλεῖστον καὶ κυριώτερον στρέφεται, ἐντεῦθεν γὰρ ὁ νοῦς ἀθόλωτος μένων καὶ οὐδεμίαν ἐπιμιξίαν τῶν ἀπὸ γαστρὸς ἢ τῶν ἄλλων 71 ῥυπασμάτων δεχόμενος ἀνεμπόδιστον ἔχει τὴν ἐνέργειαν καὶ τὴν περὶ τῶν οὐρανίων καὶ συγγενῶν αὐτῷ θεωρίαν. 14.2.1 Οὐκοῦν ὅσοι τῆς φιλοσοφίας τρόφιμοι καὶ τῶν ὑψηλῶν ἐρασταὶ καὶ μαθηταὶ τοῦ λόγου, ἀγαπήσατε τὸν ἐνεστῶτα καιρὸν καὶ τὴν ἁγίαν τεσσαρακοστὴν χαίροντες ὑποδέξασθε ὡς σωφροσύνης διδάσκαλον καὶ ἀρετῆς μητέρα καὶ τροφὸν τῶν υἱῶν τοῦ Θεοῦ καὶ παιδαγωγὸν τῶν ἀτάκτων καὶ γαλήνην ψυχῶν καὶ εὐστάθειαν βίου καὶ εἰρήνην ἔνσπονδον καὶ ἀτάραχον. 14.2.2 Ταύτης γὰρ τὸ αὐστηρὸν καὶ σεμνὸν πάθη κοιμίζει, ὀργὰς καὶ θυμοὺς ἀποσβέννυσιν, πάντα κλύδωνα τὸν ἐκ πολυφαγίας ἀναζέοντα καταψύχει καὶ καταστέλλει. Καὶ ὅπερ ἐπὶ τοῦ θέρους, ὅταν ὁ ἥλιος τὸ φλογῶδες καταλάμπῃ τῆς γῆς, ὁ βορρᾶς τοὺς θαλπομένους εὐεργετεῖ πραείαις αὔραις ἀπελαύνων τὸ πνῖγος, τοιοῦτον καὶ ἡ νηστεία χαρίζεται τὴν ἐκ τῆς γαστριμαργίας πύρωσιν τῶν σωμάτων ἀποδιώκουσα. 14.2.3 Τοσαῦτα δὲ ψυχὴν εὐεργετοῦσα οὐχ ἧττον ὠφελεῖ καὶ τὸ σῶμα. Λεπτύνει γὰρ καὶ τῶν ὑλῶν τὰς παχύτητας καὶ τὸν ὄγκον ἀποσκευάζει τοῦ σώματος καὶ τὰς φλέβας τῷ πλήθει ῥηγνυμένας τοῦ αἵματος ἀνίησι καὶ δίδωσιν ὀλίγον χώρημα τῇ στενότητι, ἵνα μὴ πάθωσι τὸ τῶν σωλήνων πάθος. Καὶ γὰρ ἐκεῖνοι, ὅταν αὐτοῖς πολύ τι καὶ ἄμετρον ὑπὲρ τὴν χώρησιν ἐποχετεύσῃ τὸ ὕδωρ, ἐκρήγνυνται τὸν ἐκ τῆς βίας εἰσωθούμενον ὄγκον μὴ στέγοντες. 14.2.4 Κεφαλὴ δὲ πραεῖαν ἔχει καὶ γαληνιῶσαν κατά στασιν, οὔτε τῶν ἀρτηρίων παλλομένων οὔτε τοῦ ἐγκεφάλου διὰ τῆς ἀναδόσεως τῶν ἀτμῶν ζοφουμένου. Στομάχου δὲ ἐλευθερία ἐγκράτεια. Τότε γὰρ ἀφίεται τῆς ἠναγκασμένης δουλείας καὶ τοῦ ζέειν ὡς λέβης, κάμνων ταῖς πέψεσιν. Ὀφθαλμοὶ καθαρὸν καὶ ἀνεπισκότητον βλέπουσι πάσης ἀχλύος ἀφαιρουμένης, ἣν ὁ κόρος καταχέειν εἴωθε τῶν ὀμμάτων, καὶ τῶν ποδῶν ἡ βάσις ἑδραία, ἀκλόνητος δὲ τῶν χειρῶν ἡ ἐνέργεια. 14.2.5 Ἆσθμα τεταγμένον καὶ μέτριον, παρ' οὐδενὸς τῶν ὀχλούντων πνευμά των ἔνδοθεν ἐπειγόμενον. Λόγος τοῦ νηστευτοῦ σαφὴς καὶ διηρθρωμένος, νοῦς καθαρὸς καὶ τότε ἀληθῶς τὸ θεοειδὲς ἔχων, ὅταν ὡς ἐν ἀσωμάτῳ τῇ σαρκὶ ἄλυπον καὶ ἀθορύβητον ἐπιτελῇ τὴν ἰδίαν ἐνέργειαν. Ὕπνοι ἄλυποι καὶ ἀφαντασίαστοι· καὶ ἵνα τὰ πολλὰ παραδραμὼν εἴπω, νηστεία ἐστὶν εἰρήνη κοινὴ ψυχῆς καὶ σώματος, ἀτάραχος ζωή, εὐσταθὴς πολιτεία, βίος Θεὸν εὐφραίνων καὶ λυπῶν τὸν ἐχθρόν. 14.2.6 Ὥσπερ γὰρ ὁ πολέμιος ὅταν ἴδῃ τὸν ἐναντίον γρήγορον καὶ νηφάλιον, ὁπλιζόμενον ἐπιμελῶς καὶ τὴν ἀνδρείαν ἀσκοῦντα, ἧτταν οἰκείαν ἡγεῖται τὴν φιλόπονον ἐκείνου παρασκευήν, οὕτως καὶ ὁ τῆς ἡμετέρας σωτηρίας ἐπίβουλος πᾶσαν ἡμῶν τὴν κατ' ἀρετὴν ἀκριβείαν ὡς ἱδίαν

About this text

Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.

Witnesses

  • Copy-text PG 40 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.