Unit 20 rem close
Rem CLOSEOUT: Unit 20 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
τὸ πνεῦμα. Καὶ ἑκάστου πράγματος ἐξαίρετά ἐστι καὶ τὰ σχήματα ἐκ τῆς αἰσθητῆς ἐπιφανείας τὴν ἀόρατον τῆς ψυχῆς δηλοῦντα διάθεσιν. 14.16.2 Σὺ δὲ τί μιγνύεις τὰ ἄμικτα καὶ φύρεις ἐν ταὐτῷ τὰ κεχωρισμένα; Εἰσὶν αὐτοῖς καὶ ἄλλαι πάνδημοι πανηγύρεις. Τὴν μὲν σκηνοπηγίαν καλοῦσι, τὴν δὲ ἄλλην ἀκούω σαλπίγγων 77 ὑπόμνησιν. Λελήθασι δὲ χριστιανῶν μυστήρια ἑορταζόντες, ἐπειδὴ τῆς μὲν σκηνῆς ἡ δημιουργία ἔμπρακτός ἐστιν ἡ προφητεία τῆς ἐκκλησίας ταύτης, ἣν ὁ Λόγος ἡμῶν συνεστήσατο. 14.16.3 ∆ιὰ τοῦτο καὶ φύλλοις κοσμοῦσι τὴν σκηνὴν καὶ ὁπώραις καλλωπίζουσι τὰ προσκήνια εἰς τύπον τοῦ τὴν νέαν ἐκκλησίαν τὴν εὔκαρπον μέλλειν ὑποβλαστάνειν τῷ νόμῳ. Ἡ δὲ τῶν σαλπίγγων ἑορτὴ διεγείρει τὰς ψυχὰς πρὸς τὴν ἑτοιμασίαν τῆς ἀναστάσεως, καθὼς Παῦλος φησι· Σαλπίσει γὰρ καὶ οἱ νεκροὶ ἀναστήσονται. 14.16.4 ∆ιδάσκει δὲ καὶ αὐτὸς ὁ Θεὸς ἡμῶν καὶ Σωτὴρ ἐν εὐαγγελίοις λέγων· Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ' ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν. 14.17.1 Τούτων δὲ τῶν λόγων ἀκούοντες τάχα τοιαύτῃ χρήσονται πρὸς ἡμᾶς ἀντιρρήσει· ὅτι τῶν ἀρχαίων μεμνημένοι θαυμάτων τῶν τοῦ Θεοῦ εὐεργεσίων εὐχαριστήρια ταῦτα προσάγουσιν ὑπὲρ τοῦ ὄρους Σινᾶ καὶ τῆς σάλπιγγος τῆς ἠχησάσης ἐν τῇ δόσει τοῦ νόμου. Οὐκ ἴσασι δὲ οἱ ματαιόφρονες ὅτι καὶ τότε ἡ σάλπιγξ τυπικῶς παρελήφθη διδομένου τοῦ νόμου. 14.17.2 Ἐπειδὴ γὰρ ὁ νόμον λαμβάνων εἰς κανόνα βίου καὶ εὔτακτον πολιτείαν ὀφείλει δεδοικέναι τὴν ἐκ τῆς παρακοῆς τιμωρίαν, διὰ τοῦτο ὁ Θεὸς τὰ τῆς ζωῆς ἡμῶν παραγγέλματα ἔγγραφα τοῖς ἀνθρώποις ἐκπέμπων εὐθὺς προσέθηκε καὶ τὴν φωνὴν τῆς σάλπιγγος, σύμβολον τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἵνα οἱ μαθηταὶ τῶν προσταγμάτων διὰ τῆς ἀναστάσεως τὴν κρίσιν προβλέποντες φυλάξωσιν ἀπαράβατα τῆς θείας νομοθεσίας τὰ δόγματα. 14.17.3 Οὐκοῦν καὶ νηστεία καὶ σκηνοπηγία καὶ σάλπιγγες τῆς ἡμετέρας εὐσεβείας μυστήρια πάλαι μὲν παραδηλούμενα, καίρῳ δὲ τῷ καθήκοντι λαμβάνοντα τὴν ἔκβασιν, ὅτε τοῦ Σωτῆρος ἡμῶν ἐτελέσθη τὰ ἐν σαρκὶ θεοφάνεια· ᾧ πρέπει ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 78
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.