Unit 20 rem mid
Rem mid: Unit 20; lemma continues; reading with the letter.
Greek
γεννήματα τοῦ Ἀβραὰμ ἀμβλωθρίδια, δούλους τῆς ἀφροσύνης τοὺς τῆς ἐλευθερίας υἱούς, ἀμαθεῖς καὶ ἀνόμους τοὺς δῆθεν μαθητὰς τοῦ νόμου, ἀπολέσαντας τῆς ἐκβάσεως τὴν ἐλπίδα, ἐπειδὴ τοὺς τύπους τοῦ μέλλοντος συνετῶς οὐκ ἐδέξαντο. 14.14.4 Μωϋσῆς γὰρ πᾶν ὅπερ ἔπραττε, τῶν εἰς ὕστερον ἐσομένων εἴδωλα προετύπου· κἂν τὴν νηστείαν εἴπῃς, κἂν τὴν σκηνοπηγίαν, κἂν τὴν ὑπόμνησιν τῶν σαλπίγγων, ὁμοίως τὴν περιτομήν, τὰ ἄζυμα, τὰς πικρίδας. Πάντα ἦν ἐκεῖνα τῆς ἐν Χριστῷ πολιτείας μηνύματα, εἰκόνες προχαραχθεῖσαι τοῖς ἐκ προσαγωγῆς μυσταγωγουμένοις πρὸς τὴν τελείωσιν. 14.15.1 Ἐγὼ μὲν γὰρ ὁ χριστιανὸς καὶ τοῦ σταυρωθέντος δοῦλος νηστεύω καλῶς, εἴτε πρὸς τὴν ἐλπίδα τῆς ἀναστάσεως ἐμαυτὸν προκαθαίρων εἴτε καὶ ἐπιστυγνάζων ὡς φιλοδέσποτος δοῦλος τοῖς τοῦ Κυρίου μου πάθεσιν. 14.15.2 Σὺ δὲ ὁ τῶν φονέων υἱὸς καὶ τῶν τὸν ἀμνὸν σφαξάντων ἀπόγονος καὶ τὴν κληρονομίαν τοῦ ἐκχεθέντος αἵματος ἐκ τῆς φωνῆς τῶν πατέρων δεξάμενος, τῶν οὕτως ἑαυτοῖς καὶ τοῖς τέκνοις ἐπευξαμένων, ὑπὲρ τίνος νηστεύεις, εἰπέ. Εἰ μὲν ὡς μετανοῶν ἐφ' οἷς ἥμαρτες, ὑπερασπάζομαι σε τῆς γνώμης, καὶ καταλιπὼν τὴν συναγωγὴν τῶν πονηρευομένων σπεῦσον πρὸς τὴν ἐκκλησίαν τῶν εὐσεβῶν. 14.15.3 Ἐλθὲ πρὸς τὸ αἷμα τοῦ ἀμνοῦ καὶ ῥαντίσθητι. Ἐκεῖθεν γάρ σοι ὑπάρξει καὶ ἡ κάθαρσις, ὅθεν συνεστήσω τὴν ἁμαρτίαν. Εἰ δὲ ἔτι καὶ νῦν τοῖς αὐτοῖς προσδέδεσαι, τί σοι βούλεται ἡ ἀποχὴ τῶν σιτίων ἢ τοὺς Νειλῴους κροκοδείλους μιμεῖσθαι, οὕς φασι ταῖς κεφαλαῖς ἐπιθρηνεῖν τῶν ἀνθρώπων ὧν ἔφαγον καὶ δακρύειν τὸν φόνον, οὐ μετάνοιαν τῶν γενομένων λαμβάνονταςπῶς γὰρ τὰ ἄλογα θηρία καὶ ἔνυδρα; , ἀλλὰ τὸ ἄσαρκον, ἐμοὶ δοκεῖν, τῆς κεφαλῆς ὀδυρομένους ὡς εἰς βρῶσιν οὐκ ἐπιτήδειον; Οἷον δὲ καὶ τὸ περὶ τὴν νηστείαν σχῆμα. 14.15.4 Χορεῖαι καὶ ὀρχήσεις τῆς ἀσιτείας τὰ μέσα καὶ ἐπεισόδια, πράγματα τῷ σχήματι τῷ φαινομένῳ μαχόμενα· νηστεία γὰρ πυκνώσεως καὶ κοσμίας καταστολῆς νοεῖται παιδαγωγός, χορεία δὲ ἑρμηνεύει τὸ διακεχυμένον ταῖς ἀκράτοις καὶ πολλαῖς εὐπαθείαις. 14.16.1 Μνημόνευσον γὰρ ἐνταῦθα τοῦ ῥητοῦ τοῦ Μωσαϊκοῦ τοῦ λέγοντος τῇ δεκάτῃ τοῦ ἑβδόμου μηνὸς χρῆναι νηστεύειν. ∆ηλοῖ γὰρ ὁ μὲν ἕβδομος μὴν τὴν ἑβδόμην ἡμέραν, ἡ δὲ δεκάτη ἡμέρα τὴν δεκάτην ὥραν, ἐν ᾗ ὁ Κύριος ἐπὶ τοῦ σταυροῦ ἀφῆκε
About this text
Asterius of Amasea, Homiliae (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Asterius of Amasea’s Homiliae — new OET from PG 40 Greek.
Witnesses
- Copy-text PG 40 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.