On Adoration and Worship in Spirit and Truth, Book 11 · §23

Emmanuel shown; priests and peoples fruit-bear; calf/lamb infancy; oil hope

Palladius: I understand what you say.

Cyril: And I myself think the sacrifice for Aaron and for the people gracefully hints the dedication of the saints unto God. And with Emmanuel remaining having been shown-forth and having set the things according to himself manifest, through whom we have been called unto sanctification, acceptable and sacred, and unto a smell of fragrance we have been dedicated to the Father. For observe that, through the things said just now, the perfection of the priests was being finished legally, and through him again many-manneredly of those sanctified. For he was being burned as a calf outside the camp for sin, and was being incense-burned as a ram whole-burnt fittingly, and limb-wise whole as for each and for all, was sanctifying anointing them with the blood, as a ram of salvation. And with an eighth day already remaining having been shown-forth—that is, according to which the glory of Christ has become more clear, with death having been abolished, and corruption having been trampled—remaining priests and peoples fruit-bear to God, not honoring with some foreign things, nor… And a little calf and lamb unto whole-fruit-bearing hints the in Christ infancy of those being dedicated in faith; and a calf and ram signify very well the enduring and manly, and the fruit-bearing in meekness, and of the first a type is the calf; and the ram at least of the second. And fine flour soaked with oil makes very clear the bright hope of the life in Christ; for not gloomy and tearful, (Leviticus 9:8–17) (Hebrews 2:14) (1 Peter 2:5) (2 Corinthians 2:15)

Greek

{ΠΑΛΛ.} Συνίημι ὃ φής.

{ΚΥΡ.} Οἶμαι δὲ ἔγωγε, τὴν ὑπὲρ τοῦ Ἀαρὼν θυσίαν καὶ ὑπὲρ τοῦ λαοῦ παραδηλοῦν ἀστείως τὴν τῶν ἁγίων εἰς Θεὸν καθιέρωσιν. Ἀναδεδειγμένου δὲ λοιπὸν καὶ ἐμφανῆ τὰ καθ' ἑαυτὸν καταστήσαντος τοῦ Ἐμμανουὴλ, δι' οὗ κεκλήμεθα πρὸς ἁγιασμὸν, δεκτοί τε καὶ ἱεροὶ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνατεθείμεθα τῷ Πατρί. Ἐπιτήρει γὰρ ὅτι, διὰ τῶν ἔναγχος εἰρημένων, ἐπεραίνετο μὲν ἐννόμως ἡ τῶν ἱερέων τελείωσις, δι' αὐτοῦ δὲ δὴ πάλιν πολυτρόπως ἡγιασμένων. Κατεκαίετο μὲν γὰρ ὡς μόσχος ἔξω τῆς παρεμβολῆς ὑπὲρ ἁμαρτίας, ἐθυμιᾶτο δὲ ὡς κριὸς καθηκόντως ὁλοκαυτούμενος, μελειστὶ δὲ ὅλος ὡς ὑπὲρ ἑκάστου καὶ ὑπὲρ πάντων, ἡγίαζε τῷ αἵματι καταχρίων αὐτοὺς, ὡς κριὸς σωτηρίου. Ὀγδόης δὲ ἤδη λοιπὸν ἀναδεδειγμένης ἡμέρας, τοῦτ' ἔστι, καθ' ἣν ἐκφανεστέρα γέγονεν ἡ δόξα Χριστοῦ, κατηργημένου θανάτου, καὶ πεπατημένης φθορᾶς, λοιπὸν ἱερεῖς τε καὶ λαοὶ καρποφοροῦσι Θεῷ, οὐκ ὀθνείοις τιμῶντές τισιν, οὐδὲ τοῖς ἔξωθεν εὐφραίνοντες τὸν τῶν ὅλων Δεσπότην, καθάπερ καὶ ὁ κατὰ σάρκα Ἰσραὴλ, ἀλλὰ ἑαυτοὺς ἀποφαίνοντες εὐώδη θυσίαν. Οἱονεὶ γάρ πως ἐν εἰκόνι τοῖς θύμασι τὰς ἑαυτῶν ἱερουργοῦμεν ψυχὰς, καὶ Θεῷ προσάγομεν, ἀποθνήσκοντες μὲν τῷ κόσμῳ, καὶ τῷ φρονεῖν τὰ σαρκὸς, καὶ παθῶν νέκρωσιν ὑπομένοντες, μόνον δὲ οὐχὶ συσταυρούμενοι τῷ Χριστῷ, ἵνα πρὸς ἁγίαν καὶ ἀμώμητον μεταχωροῦντες ζωὴν, κατὰ τὸ αὐτῷ δοκοῦν πολιτευώμεθα. Τοιοῦτόν τι καὶ ὁ θεσπέσιος γράφει Παῦλος· «Πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ.» Καὶ πάλιν· «Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν·» εἰ συμμορφούμεθα τῷ θανάτῳ καὶ τοῖς παθήμασιν αὐτοῦ, κατὰ τὸ γεγραμμένον, κοινωνοὶ καὶ τῆς ἀναστάσεως καὶ τῆς δόξης ἐσόμεθα. Οὐκοῦν ἔξω μὲν τῆς πύλης ὑπὲρ ἡμῶν πέπονθεν ὁ Χριστὸς, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, ἔξιμεν δὲ καὶ αὐτοὶ, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες, ἔξω τῆς πύλης, ὡς μοσχάριον ἐν ἴσῳ τρόπῳ σφαζόμενοι, καὶ ὡς κριὸς ὁλοκαυτούμενοι, τὴν ἐν Χριστῷ πολιτείαν εὐωδιάζομεν τῷ Θεῷ· Καὶ ταυτὶ μὲν ὑπὲρ Ἀαρὼν καὶ τῶν σὺν αὐτῷ τε καὶ ἐξ αὐτοῦ τὰ θύματα, τὰ δὲ ὑπὲρ τοῦ λαοῦ, χίμαρος τὸ ὑπὲρ ἁμαρτίας. Καὶ τίς ὁ λόγος; καίτοι μοσχαρίου προσενηνεγμένου πρὸς ἀποκάθαρσιν ἱερέων. Ἐν ὑπεροχῇ δὲ πάντα τὰ ἱερέων, καὶ θυσίας προσαγωγαὶ, καὶ τὰ εἰς ἀποκάθαρσίν τε καὶ ἁγνισμόν· μείζων δὲ ὡς ἐν μεγέθει σώματος χιμάρου μοσχάριον, τῆς ἐν πράγμασι νοητῆς ὑπεροχῆς μηνύσιον ἐμφαῖνον ἐναργές. Μοσχάριον δὲ καὶ ἀμνὸς εἰς ὁλοκάρπωσιν τὴν ἐν Χριστῷ νηπιότητα τῶν ἐν πίστει καθιερουμένων ὑπαινίττεται· μόσχος δὲ καὶ κριὸς τὸ τληπαθὲς καὶ ἀνδρεῖον, καὶ τὴν ἐν πραότητι καρποφορίαν κατασημαίνουσιν εὖ μάλα καὶ τοῦ μὲν πρώτου τύπος ὁ μόσχος· ὁ δέ γε κριὸς τοῦ δευτέρου. Διάβροχος δὲ τῷ ἐλαίῳ σεμίδαλις τῆς ἐν Χριστῷ ζωῆς τὴν ἐλπίδα λαμπρὰν εὖ μάλα καταδηλοῖ· οὐ γάρ τοι στυγνάζοντας καὶ δεδακρυμένους,

About this text

Cyril continues the dialogue with Palladius. Book 11 of a seventeen-book dialogue — not the whole work.

English follows Migne PG 68 (Aubert reprint). The PDF and a cleaned text of the same print were checked against each other. This page is Book 11 of seventeen. This is a reading translation for study, not a new critical edition of the Greek.

Witnesses

  • Copy-text Migne PG 68 De adoratione Book 11 (Aubert reprint) (Greek · Book 11)
  • Checked print PDF of PG 68 De adoratione (Greek · Book 11)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.