On Adoration and Worship in Spirit and Truth, Book 17 · §23

Parousia trumpet; day of atonement; mortify / fragrance / leave vanity

Cyril: The trumpet’s memorial signals the Lord’s coming, when the archangel’s voice and God’s trumpet will sound and the dead in Christ will rise. (1 Thess 4:16; 1 Cor 15:52; Lev 23:24)

Then comes the Day of Atonement: humbling the soul, putting the earthly members to death, becoming a sweet fragrance to God, and leaving vanity behind. (Lev 23:27-32; Col 3:5; 2 Cor 2:15)

Palladius: So the feast trains us for the end.

Cyril: Exactly — trumpet for waking; propitiation for cleansing; meekness for the kingdom.

Greek

τὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπὸ οὐρανοῦ.» «Σαλπίσει γὰρ, φησὶ, καὶ οἱ νεκροὶ ἐγερθήσονται, ἄφθαρτοι.» –»Τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν, εἴτε φαῦλον.» Μεμνήμεθα τοιγαροῦν τῆς ἱερᾶς ταυτησὶ καὶ φοβερωτάτης σάλπιγγος, ὅτε καὶ εὐσημοτάτη τῶν ἁγίων ἐστὶν ἑορτὴ κλητὴ ἁγία, κλῆρον ἤδη δεχομένων τῶν ἐν ἐλπίσι καὶ λαμπρῶν ἀνδραγαθημάτων πλουσίαν ἀντέκτισιν. Ἀναγκαῖον οὖν ἡμᾶς, ταῖς περὶ τούτων ἐννοίαις ἐπὶ τὸ λίαν ἐπιεικὲς ἀναθρώσκοντας, παντὸς καταλήγειν ἔργου, παντελῶς οὐδὲν ὠφελεῖν εἰδότος, μᾶλλον δὲ καὶ κατασπιλοῦν εἰωθότος. Τοῦτο γὰρ οἶμαί ἐστιν ὃ καὶ σοφῶς ἡμῖν ἔφη Παῦλος· «Ὁ καιρὸς συνεσταλμένος ἐστὶ τὸ λοιπὸν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσι, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι.»

{ΠΑΛΛ.} Ἔοικεν.

{ΚΥΡ.} Εἶτα φησὶν, ὅτι «Τῇ δεκάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου, ἡμέρα ἐξιλασμοῦ, κλητὴ ἁγία ἔσται ὑμῖν. Καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν, καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ. Πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἔστι γὰρ ἡμέρα ἐξιλασμοῦ αὕτη ὑμῖν, ἐξιλάσασθαι περὶ ὑμῶν ἔναντι Κυρίου τοῦ Θεοῦ ὑμῶν. Πᾶσα ψυχὴ, ἥτις μὴ ταπεινωθήσεται ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς. Καὶ πᾶσα ψυχὴ, ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἐν πάσαις κατοικίαις ὑμῶν. Σάββατα σαββάτων ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν· ἀπὸ ἐνάτης τοῦ μηνὸς, ἀπὸ ἑσπέρας ἕως ἑσπέρας σαββατιεῖτε τὰ Σάββατα ὑμῶν.» Ταπείνωσιν καὶ νηστείαν, καὶ ὁλοκαυτωμάτων προσαγωγὴν, καὶ μὴν καὶ ἔργου παντὸς κατάληξιν ποιεῖσθαι δεῖν ἔφη, τῶν μὲν σαρκικῶν ἐπιθυμιῶν τὴν νέκρωσιν διὰ νηστείας ὑποτυπῶν, διὰ δὲ τῶν ὁλοκαυτωμάτων τὴν εἰς ὀσμὴν εὐωδίας ἀνάθεσιν, οὐ μεμερισμένως, ἀλλ' εἰσάπαν καὶ ὁλοτελῶς. Διά τε τῆς ἀργίας, καὶ τοῦ χρῆναι παντελῶς τῶν ἔργων ἀποφοιτῶντας, ὅτι προσήκει τῶν ἐπιγείων οὐδὲν ἀποπεραίνειν ἔτι, κατασημαίνων ἀστείως. Ἢ γὰρ οὐκ οἰήσῃ δεῖν τοὺς εἰς κατάληξιν ἤδη καιρῶν διεληλακότας, καὶ τῆς ἱερᾶς τε καὶ ἐν ἐσχάτοις μεμνημένους σάλπιγγος, καὶ εἰς νοῦν ἔχοντας τὸν κριτὴν, ταύτῃτοι καὶ εἰς τοὺς ἄνω λοιπὸν ἐκκομίζοντας θησαυροὺς τῆς πνευματικῆς εὐκαρπίας τὸν πλοῦτον, κατανεκροῦν ἡδονὰς, καὶ σωματικῶν ἀμείνους ὁρᾶσθαι παθῶν, εὐωδιάζειν δὲ ἤδη Θεῷ τῆς ἐπιεικείας τοὺς τρόπους, ἰέναι τε ἤδη μακρὰν, καὶ ἀπονοσφίζεσθαι φιλεῖν τῶν εἰς ματαιότητα σπουδασμάτων; Εἶεν δ' ἂν, οἶμαι, ταυτὶ, τὰ ἐν τῷδε τῷ κόσμῳ, καὶ ὁ πονηρὸς τοῦ βίου περισπασμός.

{ΠΑΛΛ.} Οἰήσομαι· πῶς γὰρ οὔ;

About this text

Cyril continues the dialogue with Palladius. Book 17 of a seventeen-book dialogue — the final book of the series.

English follows Migne PG 68 (Aubert reprint). The PDF and a cleaned text of the same print were checked against each other. This page is Book 17 of seventeen. This is a reading translation for study, not a new critical edition of the Greek.

Witnesses

  • Copy-text Migne PG 68 De adoratione Book 17 (Aubert reprint) (Greek · Book 17)
  • Checked print PDF of PG 68 De adoratione (Greek · Book 17)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.