Festal Letters (Paschal Homilies) · §logos01-rem-close

Logos 1 rem close

Rem CLOSEOUT: Logos 1 CLOSEOUT.

Greek

ν ἀσεβημάτων καινότητι, εἰδέναι μὲν οὐκ ἀρνοῦνται, πράττουσι δὲ οὕτως αἰσχρῶς, ὡς εἶναι τάχα που κρείττους, ὅτε μὴ τοῦτο ποιοῦντες εὑρίσκονται. Πά σης γὰρ, ὡς ἔπος εἰπεῖν, πονηρίας πεπληρωμένοι, καὶ πᾶσαν ἐν ἑαυτοῖς ἀκαθαρσίαν ὠδίνοντες, μόνῳ δὲ τῷ τῆς νηστείας ὀνόματι σεμνυνόμενοι, πρόφασιν ἀλαζονείας πολλάκις ποιοῦνται τὴν ἀρετήν. Τί γὰρ ἄν τις εἴποι τὸν ἀμαθέστατον ἐκεῖνον καὶ ἀπαίδευτον Φαρισαῖον ἐννοῶν, ὃν ὁ Κύριος ἡμῶν Χριστὸς ἐν Εὐ αγγελίοις διαγράφει προσευχόμενον ἐν τῷ ἱερῷ, καὶ βοῶντα· "Ὦ Θεὸς, εὐχαριστῶ σοι, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ πάντα ὅσα ἂν κτῶμαι;" Τί φὴς, ἐμβρόν τητε, ἐπὶ νηστείᾳ μεγαλαυχούμενος; Οὔπω τοσ αύτην ὑπεροψίαν αἰσθάνῃ νοσῶν, ἐπὶ τοῖς οὕτω μικροῖς ἀκριβολογούμενος; Οὔπω τῆς ἀλαζονείας τὸν ὄγκον ὁρᾷς; Οὐ παύσῃ διυλίζων τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνων, καθά φησιν ὁ Σωτήρ; Καὶ νο μομαθῆ σαυτὸν εἶναι λέγων ὅτι τὸ γεγραμμένον ἀγνοεῖς; "Ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα, ἀλλότριος, καὶ μὴ τὰ σὰ χείλη–Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι παρομοιά ζετε τάφοις κεκονιαμένοις, οἵτινες μὲν φαίνονται τοῖς ἀνθρώποις ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας." Πάσης γὰρ ὄντως ἀκαθαρσίας ἡ τῶν Ἰουδαίων γνώμη πεπλήρωται· καὶ τῶν φαύλων οὐκ ἔστιν οὐδὲν ὃ μὴ παρ' ἐκείνοις τετίμηται· οὐ γὰρ εἰδέναι τὸν θεῖον ἐθελήσαντες νό μον, ἀλλὰ καὶ τὴν δοθεῖσαν αὐτοῖς διαπτύσαντες ἐν τολὴν, ἀνήκοοι μὲν ὄντες καὶ ἀπειθεῖς διετέλουν. Ἐπὶ δὲ τούτοις αὐτοὺς καταιτιᾶται Θεὸς, διὰ τοῦ προφήτου βοῶν· "Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύ ρωμαι, καὶ ἀκούσεται; Ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα αὐτοῖς Κυρίου ἐγενήθη εἰς ὀνειδισμὸν, οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι." Φορτικὴ γὰρ τοῖς ἑκτικῶς ἁμαρτά νουσιν ἡ τῶν συμφερόντων παραίνεσις· καὶ τοῖς ἀκολασταίνειν ἐθέλουσι, τὸ σωφρονεῖν οὐχ ἡδύ. Ὅν περ γὰρ τρόπον τοῖς ἐξ οἴνου μεμεθυσμένοις, βεβά πτισται μὲν εἰς ἀβουλίαν ὁ νοῦς, τὸ φρονεῖν δὲ ὀρθὰ διὰ τοῦτο παρῃρημένος, ὅτι τοῖς χειρίστοις προσομι λεῖν ἐπιζήμιον οὐκ αἰσθάνεται· οὕτως οἱ τῇ φιληδο νίᾳ νενικημένοι, καὶ καθάπερ εἰς τέλμα βαθὺ πε σόντες τὴν ἁμαρτίαν, καὶ τὸν σώφρονα νοῦν τοῖς ἀκαθάρτοις ἐγκαταπήξαντες πάθεσιν, ἀσάλευτον ἔχουσι παρ' ἑαυτοῖς τὸ κακὸν, ὅλοι πρὸς τοῦτο κεκλι μένοι καὶ βλέποντες, ταύτῃ πεπεδημένοι τῇ νόσῳ. 77.420 ϛ. Καὶ οἱ πάντων ἀνθρώπων παραφρονέστατοι Ἰουδαῖοι, καὶ ταῖς τῶν πλημμελημάτων ὑπεροχαῖς, τῇ τῶν πατέρων ἀσεβείᾳ φιλονεικήσαντες, αἰσχύνης καὶ γέλωτος ἄξια πράττειν ἐνόμιζον, εἰ τὸ νικᾷν αὐτοῖς ἐν ἁμαρτίαις παραχωρήσαιεν. Μὴ γὰρ ἑτέ ρως ἄξια τῶν γεγεννηκότων φρονοῦντας εὑρίσκεσθαι σφᾶς αὐτοὺς ὑπελάμβανον, εἰ μὴ τοῖς αὐτοῖς ἢ καὶ χείροσι περιπίπτοιεν ἀτοπήμασιν. Ἐπὶ τούτοις δυσ χεραίνων καὶ δικαίως ἀγανακτῶν, ὁ πάντων ∆ε σπότης ἔφασκε Θεός· "Ἀφ' ἧς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης, ἐξαπέστειλα πρὸς ὑμᾶς, πάντας τοὺς δούλους που τοὺς προφήτας ἡμέρας ὄρθρου· καὶ ἀπέστειλα, καὶ οὐκ ἤκουσάν μου, καὶ οὐ προσ έσχε τὸ οὖς αὐτῶν· καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν. Ὦ μόνοι τοὺς φύ σαντας τῇ συγγενείᾳ τῶν ἀσεβημάτων ἐπιδειξάμε νοι, καὶ τῇ ταυτότητι τῆς γνώμης, τὸ τίνων γεγό νατε παῖδες γνωρίσαντες. Ὦ τοὺς γεγεννηκότας ἐν ἀσεβείᾳ νικήσαντες, καὶ τοῖς κατὰ τοῦ νόμου νεανιεύ μασι τῆς ἐκείνων ἀσθενείας κατηγορήσαντες· μόνοις ὑμῖν παρέστη κρατεῖν, ἐν οἷς ἦν ἡττᾶσθαι λυσιτε λέστερον. Ὦ νίκην ἀράμενοι πάσης ἀδοξίας χαλεπω τέραν. Ὦ ψῆφον λαχόντες ἑλεῖν ἢ νῖκος, ἣν οὐκ ἔχοντας, ἐπ' ἐλάττοσι κακοῖς τάχα που τολμᾷν καὶ σεμνύνεσθαι ὑμῶν ὁ πάντων κριτὴς καταδικάζει Θεὸς· "Ἐσκλήρυναν, φάσκων, τὸν τράχηλον αὑτῶν." Ἐπὶ τούτοις αὐτοὺς θρηνεῖσθαι κελεύει τῷ προφήτῃ, καί φησι, "Κεῖρε τὴν κεφαλήν σου, καὶ ἀπόῤῥιπτε, καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον, ὅτι ἀπεδοκίμασε, καὶ ἀπώσατο Κύριος τὴν γενεὰν τὴν ποιήσασαν ταῦτα. Ὅτι ἐποίησαν οἱ υἱοὶ Ἰούδα τὸ πονηρὸν ἐνώπιόν μου, λέγει Κύριος." Εἶτα καὶ τὸν τρόπον τῆς ἀσεβείας αὐτῶν ἐξηγούμενός φησιν· "Ἐπάτα ξαν τὰ βδελύγματα αὑτῶν ἐν τῷ οἴκῳ ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτὸν, καὶ ᾠκοδόμησαν τὸν βω μὸν τοῦ Ταφέθ." Εἰς γὰρ τοσαύτης μανίας ἐξῆλθον ὑπερβολὴν, ὡς καὶ αὐτὸν τὸν εὐεργέτην ἀρνήσα σθαι, καὶ τὸ λατρεύειν εἰδώλοις ἡγεῖσθαι χρησιμότε ρον. Καὶ γοῦν ὀνόματα θεῶν ἐν ἑαυτοῖς ἀναπλάτ τοντες, θυσίας αὐτοῖς ἐπετέλουν. Ἕτεροι δὲ τοῖς οἰ κείοις περιελκόμενοι πάθεσιν, εἰς ἀλλοκότους ἐπιθυ μίας τὸν νοῦν ἐμερίζοντο, καὶ καταλαβόντες τῶν ἐν ὄρεσιν ἀλσῶν τὰ εὐανθέστερα, θυσίας ἐκεῖ τοῖς δαί μοσιν ἐπῆγον, νύμφας, ὡς ἔμοιγε δοκεῖ, κατὰ τοὺς Ἑλλήνων ποιητὰς, Ἁμαδρυάδας καὶ Ὀρειάδας ἐπικαλούμενοι. Καὶ πρὸς πᾶσαν ἐπιθυμίαν ἀναιδῆ δια χεόμενοι, ἐφ' οἷς καταδύεσθαι μᾶλλον ἐχρῆν ἐπὶ τούτοις μεγαλαυχούμενοι, οὐ μικρὰ τὸν νομοθέτην λυποῦντες ἐφαίνοντο. ∆ιὰ τοῦτο καὶ Ἱερεμίᾳ τῷ προφήτῃ φησίν· "Εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ; Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑπωκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ. Καὶ εἶτα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· 77.421 Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε." Μισοῦσι γὰρ τῆς ὠφελείας τοὺς τρόπους, οἷς οὐκ ἀρέσκει τὸ σώζεσθαι, καὶ οὐ φεύγει μὲν τῆς φιληδονίας τὸν καιρὸν ὁ τοιοῦτος εἶναι μὴ παραιτούμενος· ἀεὶ δὲ πρὸς τὸ χεῖρον ἐκτείνεται, τὸ σωφρονεῖν οὐκ εἰδώς. Μαρτυρήσει τοῖς εἰρημένοις ἡ σκληρὰ καὶ ἀμείλικτος τῶν Ἰουδαίων προαίρεσις, μήτε τὸ περιπεσεῖν τοῖς τοιούτοις φυλαξαμένη τὴν ἀρχὴν, καὶ τῆς τοῦ ∆ε σπότου φιλοτιμίας ὑπερφρονήσασα. Εἰ γὰρ ἐξὸν αὐ τοὺς μεταγινώσκοντας σώζεσθαι, καὶ τῶν συμφερόν των ὀλιγωρήσαντες, καὶ τοσαύτην φιλανθρωπίαν παρ' οὐδὲν λογισάμενοι, πῶς οὐκ εὐλόγως καθ' ἑαυτῶν τὸ μὴ δεῖν ἐλεεῖσθαι κυρώσουσι; Πῶς γὰρ οὐ πάσης ἐπέκεινα δραμόντες ἀλαζονείας εὑρίσκοιντο, οἳ παρὸν αὐτοῖς εὑρέσθαι τῆς τιμωρίας ἀπαλλαγὴν, τῆς ἁμαρ τίας ἀποδημήσασι, βαρυτέραν ἑαυτοῖς καλοῦσι τὴν κόλασιν, ἀεὶ τοῖς φθάσασι μείζονα προστιθέντες τὰ πλημμελήματα; Τοῖς δὲ τοῦτον διακειμένοις τὸν τρόπον τὸ κολάζεσθαι πλέον, ἢ τὸ μὴ κακῶς παθεῖν πρεπωδέστερον. Οὐκ ἂν γάρ τις ἁμάρτοι τὸν ἐπὶ τούτοις ἔλαιον ἀναιρεῖσθαι συμβουλεύων. Οὐκ ἐμὸς ὁ λόγος. Ὁ πάντων ∆εσπότης τὰ τοιαῦτά φησιν, ὅτε τὸν προφήτην ὑπὲρ αὐτῶν προσευχόμενον ἀπέτρεπε· "Καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τὸ ἐλεηθῆναι αὐτοὺς, καὶ μὴ εὔχου, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαι. Ἢ οὐχ ὁρᾷς τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλ λέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταὶς τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργήσωσί με." Οἱ υἱοὶ τὰ ξύλα συλλέγουσιν, οἱ πατέρες τὸ πῦρ ἀνα καίουσι, τὰ γύναια τρίβουσι τὸ σταὶς, ἵνα μηδὲν ἔξω τῆς ἁμαρτίας εὑρίσκηται· πάνυ δὲ τὴν ἁμαρτίαν ἐργαζόμενοι, δικαίως ἀκούσουσιν. "Ὅτι σὺ ἐπίγνω σιν ἀπώσω, κἀγὼ ἀπώσομαί σε τοῦ ἱερατεύειν μοι. Καὶ ἐπελάθου νόμου Θεοῦ σου, κἀγὼ ἐπιλήσομαι τέκνων σου." Φιλονεικεῖ γὰρ ἀεὶ τῷ μεγέθει τῶν ἁμαρτημάτων ὁ τῆς κολάσεως τρόπος, καὶ τοῖς ἐπται σμένοις ἀκολουθεῖν ἀνάγκη τὴν ἁμαρτίαν ἰσόῤ ῥοπον. Τί δ' ἂν γένοιτο μεῖζον εἰς τὸ παθεῖν ἃ προσ ῆκεν ἢ χαλεπώτερον τοῖς ἐπὶ τοσούτῳ ἑαλωκόσιν, ἢ τῆς μὲν θείας ἱερουργίας ἀπείργεσθαι, ζημιοῦσθαι δὲ τὴν αὐτοῖς ὑπάρχουσαν παρὰ Θεῷ μνήμην, δι' ἣν τοῦ εὖ εἶναι λαχόντες πάσης, ὡς ἔπος εἰπεῖν, εὐθυ μίας διετέλουν ὄντες ἀπροσδεεῖς; Ἀλλὰ γὰρ ἡ εὐπρα γία δεινόν τι χρῆμα, καὶ τοῖς ἀνοήτοις ἀφόρητον. Ὅταν δὲ δὴ καὶ οὓς ἔχειν αὐτὴν ἥκιστα χρὴ, φαί νωνται πορισάμενοι, τότε καὶ πρόφασις ἀπονοίας τοῖς κεκτημένοις εὑρίσκεται. Τοῦτο παθόντες οἱ ἐξ Ἰσραὴλ, καὶ τῆς τοῦ ∆εσπότου φιλανθρωπίας ὑπερ φρονήσαντες, τὸν μὲν θεῖον ὅτι προσήκει φυλάττειν νόμον οὐκ εἰδέναι θελήσαντες, ῥᾳθυμίας δὲ πάσης 77.424 προθυμότερον ἀντεχόμενοι πρὸς ἀλλοκότους ἐπιθυ μίας ἐκβαίνειν ἐπείγοντα· οὐχ ὅσα τῷ νομοθέτῃ δο κεῖ χρῆναι ποιεῖν βουλόμενοι, ἀλλὰ νόμον ἑαυτοῖς τὴν οἰκείαν ὁριζόμενοι βούλησιν, καὶ μόνοις τοῖς ἑαυτῶν παιδαγωγούμενοι διατάγμασιν. Οὕτως ἔχον τας γνώμης, καὶ τοῦτον δ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.