Logos 2 rem mid
Rem mid: Logos 2; lemma continues; spiritual reading with the letter.
Greek
ίας δι' ἔργων ἀγαθῶν ἀναφαίνεσθαι. Οὐ γὰρ σώφρονος, οἶμαι, διανοίας ἔργον ἐστὶ, ποτὲ μὲν τῶν θείων νόμων ἀποστατεῖν, ποτὲ δὲ πάλιν, ὥσπερ ἐξ ὕπνου διαναστὰς, ἀντέχεσθαι τῶν αὐτῶν. Οἱ γὰρ τοιοῦτοι ταυτόν μοι δοκοῦσι παθεῖν τοῖς ἀπο πίπτουσι τῶν ὁλκάδων ἐν θαλάσσῃ μέσῃ καὶ κύμασιν, οἷς ἐνὸν ἀπαλλάττεσθαι τοῦ φόβου, παραιτουμένοις τὴν ῥᾳθυμίαν, ἐπειδὰν ἐν αὐτῷ γένωνται τῷ κακῷ, τότε μόλις ὁρῶσι τὸ χρήσιμον, καὶ πάλιν ἐπὶ τὴν ὁλκάδα νηχόμενοι, τὴν ὅθεν ἀποπεπτώκασι ζητοῦσιν ἀσφάλειαν. Καίτοι μᾶλλον ἐχρῆν οὐ τοῦ κινδύνου πε ριμεῖναι τὸ τέλος, ἀλλ' οὔπω παρόντα μισεῖν· οὕτω γὰρ ἂν ἐβουλεύσαντο σωφρονέστερον. Εἰ δὲ παντί τῳ φανεῖται μωρίας ἀνάπλεως ὁ τὴν τῶν τοιούτων ἀποδεχόμενος μίμησιν, καὶ θαυμάζων τὰ δικαίως κα τηγορούμενα, πῶς οὐ πᾶσαν προσήκει προθυμίαν εἰσ φέροντας ἀπρὶξ τῶν θείων ἔχεσθαι νόμων, καὶ ἀδιά 77.437 λειπτον ὥσπερ θῦμα τὴν ἀκηλίδωτον ἀναφέρειν πολι τείαν; Ἄκουε δὲ πάλιν, τί περὶ τούτων ἡμῖν ὁ θεῖος διαγορεύει νόμος· "Καὶ ἐλάλησε Κύριος, λέγων· Ἔντειλαι Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ· Οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως. Αὕτη ἡ ὁλοκαύτωσις ἐπὶ τοῦ θυ σιαστηρίου, ὅλην τὴν νύκτα ἕως πρωῒ, καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ' αὐτοῦ, οὐ σβεσθή σεται." Ἀλλὰ πῶς ἂν, ἀγαπητοὶ, μικρὸς ὑπάρχων καὶ ἀσθενὴς, διασαφῆσαι κατὰ λόγον δυναίμην τὰ διὰ τῆσδε τῆς ἐντολῆς σημαινόμενα; Ποῖος ἡμῖν πα ραστήσῃ λόγος τὴν ἀκριβῆ τοῦ νοήματος δύναμιν; Ἐπειδὴ δὲ γέγραπται· "Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτό·" φέρε δὴ πάλιν τῇ τοῦ Σωτῆρος ἡμῶν καταθαρσήσαντες χάριτι, καὶ τῆς ἐν τούτοις σαφηνείας ἐχώμεθα. εʹ. Ἕλκει πάντας ἐπὶ τὴν εὐσέβειαν ὁ φιλάνθρω πος τοῦ Θεοῦ Λόγος, καὶ διεγείρει πρὸς ἀρετὴν τοὺς ὅσοι τὴν ἀκοὴν τοῖς αὐτοῦ νόμοις εὐπειθεστέραν ἔχειν οἴονται δεῖν. Ἀλλ' οὐ πᾶσιν ἴση περὶ τοῦτο σπουδὴ, οὐδὲ διὰ τῆς αὐτῆς προθυμίας ἕκαστος ἄγεται. Οἱ μὲν γὰρ ἐκτενέστερον προσίασι τῷ Θεῷ, καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἡγούμενοι οὐδὲν προτιμότερον, ὁλόκληρον ὥσπερ ἱερεῖον καὶ ἀμέριστον θῦμα προσ άγουσιν ἑαυτοὺς εἰς ὀσμὴν εὐωδίας Κυρίῳ. Τούτοις τὸ τῆς ὁλοκαυτώσεως ὄνομα πρεπωδέστατον· αὕτη γὰρ ὄντως ἐστὶν ἡ ὁλοκαύτωσις, ὅταν τις ὅλος ἐξ ὅλου προσφέρηται τῷ Θεῷ, ἐν οὐδενὶ καιρῷ τὸ πονηρὸν ἐργαζόμενος. Ἀλλ' ὅρα τί περὶ τοῦ τοιούτου φησὶν ὁ τῆς ὁλοκαυτώσεως νόμος. "Αὕτη ἡ ὁλοκαύτωσις, ὅλην τὴν νύκτα ἐπὶ τοῦ θυσιαστηρίου ἕως πρωΐ. Καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ' αὐτοῦ, οὐ σβεσθήσεται." Ποῖον δ' ἂν εἴη τοῦ θυσιαστηρίου τὸ πῦρ, ἢ πάντως ἡ ἐν ἡμῖν τοῦ ἁγίου Πνεύματος σχέ σις; Ὅπερ ἡμῖν καὶ ὁ Σωτὴρ ἐσήμαινε, λέγων· "Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν." Ὁ μὲν οὖν ὁλο καυτούμενος, καὶ ὅλος ἐξ ὅλου Θεῷ προσφερόμενος, ἄσβεστον ἐφ' ἑαυτῷ τηρείτω τὸ πῦρ, καὶ τῆς ἁγίας ἐκείνης φλογὸς ἀκμαζέτω διαπαντὸς ἡ δύναμις ἐν αὐτῷ· Ὅλην γὰρ τὴν νύκτα, φησὶν, ἥτις εἰς τὸν παρ όντα βίον ἐκληφθήσεται. Οὐ γὰρ προσήκει, ποτὲ μὲν ἀποψύχεσθαι παρακλίνοντα πρὸς τὸ φαῦλον· ποτὲ δὲ πάλιν ἀναζωπυρεῖσθαι τὸν νοῦν, ἀλλὰ μονό τροπον εἶναί τινα, καὶ ἀεὶ τῷ πνεύματι ζέοντα, κα θάπερ φησὶν ὁ Παῦλος. Εἴη δ' ἂν ἡμῖν καὶ δι' ἑτέρων ὑποδειγμάτων τοῦτο καταφανέστερον, εἰ τὴν ἀκριβῆ τοῦ νόμου περιεργαζοίμεθα βούλησιν. Λέγει γὰρ πά λιν οὕτως ἐφεξῆς πρὸς τὸν ἱεροφάντην Μωσέα Θεός· "Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις, ἐπὶ τοῦ θυσιαστηρίου. Ἀμνοὺς ἐνιαυσίους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστή ριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ. Τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωῒ, καὶ τὸν ἀμνὸν τὸν δεύτε ρον ποιήσεις τὸ δειλινὸν, καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομμένῳ τῷ τετάρτῳ 77.440 τοῦ ἳν, καὶ σπονδὴν τὸ τέταρτον τοῦ ἳν οἴνου τῷ ἀμνῷ τῷ ἑνί." Ἀλλ' ἔστι καὶ διὰ τούτων ἡμᾶς εἰ δέναι σαφῶς, ὅτι καιρὸν οὐδένα προσήκει παρατρέ χειν ἐᾷν, ὅτε μὴ καθηκόντως ἐν αὐτῷ τιμᾶται Θεὸς, τὴν ἐξ ἔργων ἀγαθῶν εὐωδίαν, ὥσπερ τινὰ θυσίαν διηνεκῆ παρ' ἡμῶν προσδεχόμενος. Τὸ γὰρ ἀρχομέ νης μὲν τῆς ἡμέρας τὸν ἕνα σφάζεσθαι κελεύειν ἀμνὸν, ἐπὶ τέλει δὲ ταύτης τὸν δεύτερον, τὸν πάντα σημαίνειν ἔοικε χρόνον, διὰ τῶν ἄκρων τὰ μέσα περι λαμβάνων. Οἴνῳ δὲ καὶ ἐλαίῳ τὴν σεμίδαλιν ἀναφύ ρεσθαι βούλεται, οὐχ ὁλόκληρον αὐτῇ τὸ μέτρον ἐπι χεῖσθαι κελεύων, ἀλλὰ τὸ τέταρτον τοῦ ἵν· δι' αἰνί γματος ἐκεῖνο διδάσκων, ὅτι περ οἱ διηνεκῆ τῷ Θεῷ προσάγοντες τὴν τιμὴν, μᾶλλον δὲ καθάπερ τι θῦμα τῷ νομοθέτῃ προσαγόμενοι θυμηρέστερον, ἐλεηθέντες εὐφρανθήσονται, ἐν μὲν τῷ παρόντι βίῳ μικρόν τι τοῦ δώρου κομισάμενοι μέρος (τὸ γὰρ τέταρτον τοῦ ἲν ἐπιχεῖσθαι κελεύει), ἐπὶ δὲ τοῦ μέλλοντος αἰῶνος, πληρεστάτης αὐτοῖς ἀποδοθησομένης τῆς χάριτος, ὅτε, καθά φησιν ὁ προφήτης, "Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν· καὶ ἀπέδρα ὀδύνη, καὶ στε ναγμός." ∆ιαῤῥήδην τοίνυν τοῦ νόμου κελεύοντος, μηδαμοῦ ταῖς ἐπὶ τὸ χεῖρον παρατροπαῖς ἀποκλίνε σθαι συγχωρεῖν εἰς ἁμαρτίαν τὸν νοῦν, πῶς οὐ πάσης ἐσόμεθα τιμωρίας ὑπεύθυνοι, τῶν οὕτω καλῶς δεδε γμένων ὀλιγωρήσαντες; Εἰ δέ σοι τῆς ἀνθρώπου φύ σεως περισκεπτομένῳ τὴν ἀσθένειαν, δυσχερὴς εἶναί πως καταφαίνεται τῆς τοιαύτης ἀγωγῆς ὁ τόνος (μὴ γὰρ δύνασθαι διαπαντὸς, ἴσως ἐρεῖς, ἄκμονος δίκην σκληρῶς καὶ ἀμειλίκτως διακεῖσθαι περὶ τοὺς πό νους), καὶ τῆς οὕτως ἀκριβοῦς πολιτείας δυσέφικτον εἶναι λέγοις τὸ τέλος, λύσει σοι τὴν ἀφορμὴν ὁ νόμος ὑποβεβηκότα βίου τρόπον ἀναδεικνὺς, τοῦ μὲν εἰρη μένου καταδεέστερον, πολὺ δὲ τοὺς ἄλλους ἀναβεβη κότα, καὶ ἐξαλλόμενον. Ποῖον δὲ τοῦτόν φημι, πάλιν ἀπὸ τῆς θείας Γραφῆς παραλαβὼν, τὴν εἰκόνα σαφῆ σοι ποιῆσαι πειράσομαι. Ὅτε γὰρ τοῖς υἱοῖς Ἰσραὴλ, ἐν πυρί τε καὶ γνόφῳ, καὶ θυέλλῃ Θεὸς ἐπεφαίνετο, καὶ τοὺς περὶ τῶν πρακτέων ὥριζε νόμους, ἀναγ καῖον εἶναι νομίσας ὁ πάνσοφος Μωσῆς, καὶ διὰ πράγματος ἐναργοῦς ἐπιδεῖξαι τοῖς υἱοῖς Ἰσραὴλ τῆς ἀρεσκούσης τῷ νομοθέτῃ πολιτείας τὸν τύπον, ὅσον πρὸς τὴν ἐκείνων ἕξιν καὶ διάνοιαν, οὔπω δυναμένην παραδέχεσθαι τὰ τελειότερα, τοιοῦτόν τι διαπράττε ται· "Ὀρθρίσας γὰρ, φησὶ, τὸ πρωῒ, ᾠκοδόμησε θυ σιαστήριον ὑπὸ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλο καυτώματα, καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ Θεῷ μοσχάρια. Λαβὼν δὲ Μωσῆς τὸ ἥμισυ τοῦ αἵματος, ἐνέχεεν εἰς τὸν κρατῆρα, τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον." Ἀλλ' εἰδῶμεν πά λιν ἕκαστα τῶν γεγραμμένων διαπτύσσοντες ἀκριβῶς, οἷος ἡμῖν ὠφελείας ἐκ τούτου ἀναφαίνεται τρόπος. 77.441 ϛʹ. Ὀρθρίζει μὲν οὖν ὁ Μωσῆς, καὶ ἀνίστησι τὸ θυσιαστήριον, διὰ τούτου διδάσκων ἡμᾶς, ὅτι προσ ήκει πρότερον ὥσπερ ἐξ ὕπνου διεγερθῆναι, καὶ πρὸς νῆψιν ἀναστῆναι τὸν ἄνθρωπον, τὴν μὲν ἐκ τῆς ἁμαρ τίας ἀχλὺν, ὥσπερ τινὰ νύκτα σκοτεινὴν παρελάσαντα, τρέχοντα δὲ ἤδη πρὸς τὸ τῆς γνώσεως φῶς· ἵν' οὕτως πρὸς τὸ δύνασθαι λοιπὸν ἱερουργεῖν τῷ Θεῷ καλὸν αὐτῷ θυσιαστήριον τὴν οἰκείαν ἀναστήσῃ διάνοιαν. Τοῦτο γὰρ οἶμαι καὶ τὸν προφήτην Ἡσαΐαν εἰπεῖν· "Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς." Τὸ μὲν οὖν ὀρθρίσαι Μωσέα τοιοῦτόν τι σημαίνει. Ἀλλ' ἵνα τῆς τοῦ νοήματος ἀκολουθίας ἐχώμεθα, ἐπ' αὐτὴν ἤδη βαδιούμεθα τοῦ ζητουμένου τὴν τάξιν. Ἵστησι τὸ θυσιαστήριον οὐκ ἐπὶ τὸ ὄρος, ἀλλ' ὑπὸ τὸ ὄρος, ὅπερ δεικνύει τὴν ἔτι ταπεινὴν τῆς τελειότητος ἀπο λειπομένων διάνοιαν, οὔπω δυναμένων ὥσπερ εἰς ὄρος ἀναβαίνειν εἰς τὴν ἀκρότητα τῶν τελείων παραγγελ μάτων, ἀλλ' ἐγγὺς μὲν εἶναι τούτων. ὑποβεβηκέναι δὲ ὅμως, οὐκ ἐπὶ τὸ ὄρος, ἀλλ' ὑπὸ τὸ ὄρος προσιόν τας Θεῷ. Εἶτα περὶ τὸ θυσιαστήριον δώδεκα λίθους κεῖσθαι δεῖν ὑπελάμβανεν, εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· ἵνα καὶ διὰ τούτου μάθωμεν ὅτιπερ ἀεὶ τῷ Θεῷ προσεδρεύειν ὀφείλομεν, οὐδαμοῦ πρὸς τὴν ἄσω τον ἁμαρτίαν ἐκπίπτοντες. Ὅπερ ἡμῖν σαφέστερον διαγγέλλων ὁ Ψαλμῳδὸς, ἔλεγε· "Καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε." Μετὰ δὲ τοῦτο πάλιν· "Ἐξαπέστειλε, φησὶ, τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα, καὶ ἔθυσαν σωτηρίου θυσίαν τῷ Θεῷ μοσχάρια." Ἀργοτέρας μὲν οὖν, ἢ καὶ ἄλλως ἀσθενοῦς διανοίας οὐκ ἔργον εἶναι φήσομεν τὸ δύνασθαι θυσίας ἀναφέρειν Θεῷ, ἀλλὰ νεανικοῦ καὶ γενναίου φρονήματος. ∆ιὰ ταύτην τὴν αἰτίαν νεανίσκους εἶναι τοὺς ἀπεσταλμένους φησὶ, ἀναφέρουσι δὲ ὅμως θυσίαν σωτηρίου μοσχάρια. Ἀλλ' ἔστι καὶ διὰ τούτου πάλιν ἰδεῖν, ὥσπερ ἐκ τύπου καὶ σχήματος εἰς τρόπων διαφ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.