Logos 5 rem early
Rem early: Logos 5; festal historia and call to virtue.
Greek
δὴ τοῦτό φημι· ∆ᾷδας ἐκεῖνοι τῷ τῆς νυκτὸς ἀνθοπλίζουσι σκότῳ, καὶ μελαινούσης τῆς ἑσπέρας αὐτοῖς τὴν ἑστίαν οὐκ ἀνέχονται· ὅλον δὲ λύχνοις τὸ δωμάτιον καταστέψαντες, ταῖς ἐντεῦθεν μαρμα ρυγαῖς τὴν ἀπὸ τοῦ σκότου κατήφειαν ἐξελαύνουσιν. Ἡμῖν δὲ πάλιν οὐ χειροποίητον, ἵν' οὕτως εἴπωμεν, φῶς, οὐδὲ λύχνα μετρίῳ γελῶντα πυρὶ διώκει τὸν σκότον, ἀλλ' αὐτὸς ὁ λέγων Χριστός· "Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου." Ὅπερ ἥξειν ὡς ἡμᾶς καὶ ὁ μακά ριος Ἡσαΐας κατεπηγγέλλετο, βοῶν· "Φωτίζου, φωτίζου, Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ φῶς." Ἐπ- εφοίτησε γὰρ ἡμῖν τοῦ Σωτῆρος ἡ χάρις, φωτὸς μὲν νόμῳ τὸ σύμπαν περιαστράπτουσα· τὸ δὲ στυγνὸν τῆς ἀμαθίας λύουσα νέφος· ὅπερ ἡμῖν ὀρόφου δίκην ὑπερτανύσας ὁ διάβολος, πᾶσαν, ἵν' οὕτως εἴπω, τὴν ὑφ' ἡλίῳ κεχείρωτο· ἐπιτρέπων μὲν οὐδενὶ καθαρὸν τῆς καρδίας ἀνατεῖναι τὸ ὄμμα, ἀπὸ δὲ τῆς ἐν τοῖς ποιήμασι καλλονῆς, ἀναλόγως τοῦ δημιουργήσαντος ἐκμετρεῖσθαι τὴν δύναμιν· ἦν γὰρ ἐντεῦθεν ὄνησιν εὑρέσθαι τοὺς πλανωμένους οὐ μικράν. Ἵνα δὲ μή τι κερδάναντες τῶν, ὅσα πρὸς σωτηρίαν συντελοῦντα φαίνεται, εἰς τὴν τῇ φύσει χρεωστουμένην ἐλευθε ρίαν ἀνανήψωσιν, ἐτύφλωσεν αὐτῶν τὰ νοήματα, καθάπερ ὁ Παῦλός φησιν, εἰς τὸ μὴ αὐγάσαι τῆς δόξης τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ. Ἀλλ' ἐσφάλη τῆς ἐλπίδος ὁ δείλαιος. Μείζων γὰρ ἦν ὁ πρὸς σωτηρίαν καλῶν. Ἡ μὲν οὖν πολλὴ τῶν ἐθνῶν ἀνεσώθη πλη θὺς, καὶ ὀψὲ μὲν, ὅμως δ' οὖν ἐπέγνω τὸν κτίσαντα. Οἱ δὲ νόμῳ παιδαγωγούμενοι πρὸς ἐπίγνωσιν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοῖς διὰ Μωσέως χειραγωγούμενοι δόγμασιν Ἰουδαῖοι, "Ἀπέλιπον, καθάπερ γέγραπται, τὰς ὁδοὺς τοῦ ἑαυτῶν ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργοῦ πε πλάνηνται." Οὐ γὰρ ἐπέγνωσαν τὸν δι' ἡμᾶς ἐναν θρωπήσαντα τοῦ Θεοῦ Λόγον, "Τὸν δι' ἡμᾶς πτωχεύ σαντα," καθάπερ ὁ Παῦλός φησιν, "ἵν' ἡμεῖς πλουτή σωμεν ἐν αὐτῷ." ∆ιὸ δὴ καὶ λίαν αὐτοῖς ὁ προφήτης Ἱερεμίας ἐπισκώπτει βοῶν· "Πῶς ἐρεῖτε, ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου μεθ' ἡμῶν ἐστιν; Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς Γραμματεῦσιν, ᾐσχύν θησαν πτωχοὶ, ἐπτοήθησαν καὶ ἑάλωσαν. Σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν Λόγον Κυρίου ἀπεδοκί μασαν." Ἀπεδοκίμασαν γὰρ ὄντως τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, ἀλλὰ γέγονεν εἰς κεφαλὴν γωνίας, 77.477 κἂν ἐκεῖνοι μὴ βούλοιντο. ∆ιὸ δὴ καὶ δικαίως φησί που περὶ αὐτῶν ὁ προφήτης· "Οἱ υἱοὶ ἄφρονές εἰσι, καὶ οὐ συνετοί." Εἶτα πῶς οὐκ ἀληθὲς παντί τῳ φανεῖται τὸ ὑπὲρ αὐτῶν εἰρημένον; Πῶς δὲ οὐκ ἀσύνετοι καὶ παράφρονες, οἳ, παρὸν μὲν αὐτοῖς ἐκ προ φητικῶν ἀναγνωσμάτων τὸ τῆς εὐσεβείας ἐκπαιδευ θῆναι μυστήριον, ἐξὸν δὲ ὁμοίως διὰ τῶν Μωσαϊκῶν συγγραμμάτων περὶ αὐτοῦ σοφίζεσθαι διαρκῶς, τοσοῦτον τῆς ἑαυτῶν σωτηρίας κατεῤῥᾳθυμηκότες ἁλίσκονται, ὡς μηδὲ ταῖς τῶν ἐθνῶν εἰς τοῦτο παρισοῦ σθαι σπουδαῖς; Καὶ γοῦν φησί που τοιοῦτόν τι πρὸς αὐτοὺς ὁ Θεός· "Καθέστηκα ἐφ' ὑμᾶς σκοποὺς, καὶ εἶπα· Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος, καὶ εἶπον· Οὐκ ἀκουσόμεθα. ∆ιὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια ἐν αὐτοῖς. Ἄκουε, γῆ, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀπὸ τροφῆς αὐτῶν, ὅτι τὸν νόμον μου οὐ προσέσχον, καὶ τὸν λόγον μου ἀπώσαντο." Ἀπ ώσαντο γὰρ ὄντως τὸν τοῦ Θεοῦ λόγον, οὔτε ὅτι προσ ήκει τοῖς τῶν ἁγίων ἀποστόλων κηρύγμασι κατ ακολουθεῖν ἐγνωκότες, οὔτε μὴν τοῖς παλαιοτέροις βιβλίοις προσέχειν τὸν νοῦν οἰόμενοι δεῖν. Χρῆν γὰρ δήπουθεν, εἴπερ ἦν ὄντως αὐτοῖς τὸ ὠφελεῖσθαι περισπούδαστον, μὴ τῷ τῆς νομομαθείας ὀνόματι πρὸς ἀλαζονείαν ἀναφυσώμενον, ἐπιτρέπειν ἐξαπα τᾶσθαι τὸν νοῦν· αἰδοῖ τε τοῦ μὴ δοκεῖν τῆς ἀκρι βείας ἀπολιμπάνεσθαι, τὴν ἐπ' αὐτῇ καρποῦσθαι ζημίαν, ἐξετάζειν δὲ μᾶλλον τὰ περὶ τοῦ Σωτῆρος διὰ τῶν ἁγίων λαλούμενα, ἢ καὶ ἄλλων ὡς ἐν σχή ματι καὶ τύποις ἀναπλαττόμενα. Πολλὰς γὰρ ἄν τις ἴδοι πραγμάτων εἰκόνας, ἐν τοῖς λογίοις τοῦ Πνεύ ματος, ἐναργεστάτην ἐχούσας τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὴν γραφήν. Ἀλλ' ἤδη μοι κατὰ νοῦν ποι κίλοι μὲν θεωρημάτων ἀνίσχουσι τρόποι, ἀνακινου μένῳ δὲ εἰς μνήμην τῆς ἁγίας Γραφῆς μυρίος μὲν νοημάτων ἐσμὸς εἰσοικίζεται. Χρῆναι δὲ ὅμως ἡγοῦ μαι τοῦ λόγου τὴν ἀρχὴν ἀπὸ τῶν παλαιοτέρων ποιεῖσθαι πραγμάτων. Καὶ δι' ὧν ἡμῖν ἔσονται πρὸς τὸ πιστεύειν ἑτοιμότεροι, διὰ τούτων ἤδη χωρεῖν. Οὐκοῦν ἐξετάζωμεν, εἰ δοκεῖ, τήν τε δίαιταν αὐτὴν, ὅπως τε καὶ ἐν τίσιν ὑπῆρχεν ὁ μακάριος Ἀβραάμ· ἐρευνάσθω δέ μοι πρὸς τούτοις καὶ ἡ τριπόθητος τοῦ Ἰσαὰκ γένεσίς τε καὶ σπορά. Ὄψει γὰρ ἐν τούτοις, Ἰουδαῖε, καὶ εἰς αὐτὴν, ἵν' οὕτως εἴπω, τοῦ γένους τὴν ῥίζαν, τὸ περὶ τοῦ Σωτῆρος ἡμῶν καθά περ διὰ χαλκοῦ καλῶς τε καὶ ἐντέχνως ἀναπεπλασμέ νον μυστήριον. Ὑπὲρ δὲ τοῦ μὴ δοκεῖν παρακρούε σθαι πιθανῶς, λέγειν ἔχοντα τῶν ἐξ ἀληθείας οὐδὲν, αὐτήν σοι παραθήσω τὴν διὰ Μωσέως ἐξήγησιν, καὶ τὴν ἱστορίαν ἀναπτύξω σαφῶς· νοήσεις γὰρ οὕτω παρ' ἡμῶν προχειρότερον. 77.480 γʹ. Οὐκοῦν συνέζευκτο μὲν κατὰ νόμον τῷ τοῦ γένους προπάτορι Σάῤῥα. Ἦν αὐτῷ καὶ παιδίσκη, φημὶ δὲ τὴν Αἰγυπτίαν, Ἄγαρ ὄνομα αὐτῇ. Ἀλλ' ἡ μὲν ἐλευθέρα ἐξ ἐλευθέρων, τόκου καὶ ὠδίνων ἀπεί ρατος ἦν· καρπὸν δὲ οὐδένα τῆς οἰκείας ὁρῶσα γα στρὸς, εἶτα πρὸς φιλοπαιδίαν τῷ δριμυτάτῳ τῆς φύσεως πόθῳ ἐξελκομένη, βαρεῖα μὲν σφόδρα τῇ δυσ θυμίᾳ κατεφορτίζετο. Τὸ δὲ δὴ μάλιστα καὶ συναλ γεῖν ἀναπεῖθον, ἐκεῖνο ὑπῆρχεν. Ἦν μὲν γὰρ εἰς ἐτῶν ἀριθμὸν Ἀβραὰμ ἀναβεβηκὼς ὀγδοήκοντα· ἐν ᾧπερ ἦν εἰκὸς ἀπεψύχθαι λοιπὸν ἐν αὐτῷ καὶ τὸ θερμὸν τῆς φύσεως πρὸς παιδοποιΐας κίνημα. Αὐτὴ δὲ ἡ τέκνων ἐρημίαν ὀδυρομένη, καὶ ἐπὶ τῇ τῆς γαστρὸς ἀκαρπίᾳ πολὺ λίαν ἀνοιμώζουσα, εἰς αὐτὸ βεβήκει τὸ τῆς ἡλικίας ἀκρότατον. Σοφιζομένη τοιγαροῦν τῆς φιλοπαιδίας τοὺς πόθους, καὶ τὸ ἐπ' αὐτῆς τῆς φύσεως ἀπαμβλύνουσαν κέντρον, παρεκάλει τὸν ὁμό ζυγα, τοῖς τῆς παιδίσκης ὁμιλήσαντα γάμοις, ἐπειδὴ γνησίων οὐκ ἠξίωτο τέκνων, κἂν γοῦν νόθου ὁρᾶσθαι πατέρα. Ἔχει δὲ οὕτω τὰ τῆς θείας Γραφῆς· "Σάῤῥα δὲ ἡ γυνὴ Ἀβραὰμ οὐκ ἔτικτεν αὐτῷ, ἦν δὲ αὐτῷ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. Εἶπε δὲ Σάῤῥα πρὸς Ἀβραάμ· Ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν, εἴσελθε πρὸς τὴν παιδίσκην σου, ἵνα τεκνο ποιήσῃς ἐξ αὐτῆς." Καὶ μή τις οἰέσθω πρὸς φιλ ηδονίαν ὀτρύνεσθαι παραλόγως, ἢ καὶ ἄλλως εἰς ἀκρασίαν παραθήγεσθαι, διὰ τῶν τῆς Σάῤῥας τὸν πατριάρχην ῥημάτων. Οὐχ οὗτος ἦν ἐκείνῃ σκοπὸς, πολλοῦ γε καὶ δεῖ. Ἀλλὰ τὸ οἰκεῖον, ὡς ἔφην, κατ αιτιωμένη, πρὸς τὸ δύνασθαι τίκτειν ἀνεπιτήδειον, χαλεπὸν ἡγεῖτο καὶ βαρὺ, εἰ μὴ τῇ τοσαύτῃ τοῦ δι καίου κεφαλῇ κἂν γοῦν ἐξ ἑτέρας γένοιτο σπέρμα. Τοιαύτη μὲν οὖν ἡ Σάῤῥα περὶ τὸν ὁμόζυγα· καὶ δὴ καὶ εἰς πέρας ἤγετο τῷ πατριάρχῃ τὸ βούλευμα· καὶ παῖς αὐτῷ νόθος ἐκ τῆς Αἰγυπτίας ὁ Ἰσμαὴλ ἀπετίκτετο. Ἐφ' ᾧ τῆς ἐλευθέρας ἐπλανῶντο μὲν οἱ πόθοι. Χαίρειν γὰρ ᾤετο δεινῶς, ἐπ' ὠδῖνι γνη σίᾳ, δριμυτέραν δὲ ὅμως τὴν ἐπὶ τῷ μὴ δύνασθαι τε κεῖν ἐκπίνουσα λύπην, μεθύουσα λοιπὸν τῷ πάθει κατάφορος ἦν. Ὁ δὲ πάσης ἐλπίδος ἀγαθῆς χορηγὸς καὶ πάντων ἔχων τὴν ἐξουσίαν Θεὸς, ἐλεεῖ μὲν αὐτὴν, τῷ συμβεβηκότι λίαν περιστυγνάζουσαν· τὴν δὲ ἄγο νον πάλαι καὶ ἀπειρότοκον, καὶ τῷ μήκει τοῦ χρό νου τὸ δύνασθαι τίκτειν παρῃρημένην, εὐώδινά τε εὐθὺς, καὶ πρὸς τέκνου γένεσιν ἐπιτηδείαν ἀπέδειξε. Λέγει δὲ πρὸς Ἀβραάμ· "Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. Εὐλογήσω δὲ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτό. Καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον, καὶ ἐγέλασε, καὶ εἶπε τῇ διανοίᾳ λέγων· Εἰ τῷ ἑκατονταέτει ἔσται υἱὸς, καὶ ἡ Σάῤῥα ἐννενήκοντα ἐτῶν οὖσα τέξεται; Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἀβραάμ· Ναὶ, ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ 77.481 Ἰσαάκ. Καὶ θήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐ τόν." Αὕτη μὲν οὖν ἡ πρὸς Ἀβραὰμ ὑπόσχεσις, ἀληθής. Ἐπειδὴ δὲ εἰς πέρας ἤχθη τὸ διηγγελμένον καὶ ἡ στεῖρα τὸ τίκτειν ἐμάνθανεν, ἤδη δὲ ἦν ἐν ὀφθαλμοῖς τὸ παιδάριον, καὶ τῶν πατρῴων οἴκων ὁ κληρονόμος ἐφαίνετο, ὡς περιττὴ λοιπὸν ἡ παιδίσκη τῆς δεσποτικῆς ἑστίας ἀπηλαύνετο, νόθον ἐξ Ἀβραὰμ ἔχουσα τὸν Ἰσμαήλ. Φεύγουσαν δὲ αὐτὴν, καὶ ὡς ποῤῥωτάτω τῆς οἰκείας ἤδη γεγενημένην, ἄγγελος ἐξ οὐρανοῦ προσεφώνει, λέγων· "Ἄγαρ, παιδίσκη Σάῤῥας, ποῦ πορεύῃ; Ἡ δὲ πρὸς ταῦτά φησι· Ἀπὸπροσώπου Σάῤῥας τῆς κυρίας μου ἐγὼ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.