Festal Letters (Paschal Homilies) · §logos08-rem-early

Logos 8 rem early

Rem early: Logos 8; festal historia and call to virtue.

Greek

μιν αὐτῆς ἠρνημένοι," κατὰ τὴν τοῦ Παύλου φωνὴν, τὸν τῶν ἀπλουστέρων ληίζονται νοῦν, ἀπατηλοῖς παρασύρον τες λόγοις, καὶ συνολισθαίνειν αὐτοῖς ἀναπείθοντες εἰς παγίδα θανάτου, καὶ εἰς πέταυρον ᾅδου, κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ἐκεῖνα χρῆναι προσλαλεῖν τοῖς προσιοῦσιν αὐτοῖς ἐγνώκασιν, ἃ καὶ τοῖς ἱεροῖς συν δοκεῖ Γράμμασιν, ἀλλ' ὅσα καθ' ἑαυτὸν ὁ ἀδόκιμος αὐτῶν φαντάζεται νοῦς, ταῦτα ἀναπείθουσι φρονεῖν, μὴ εἰδότες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβε βαιοῦνται. "Σὺ δὲ μένε ἐν οἷς ἔμαθες, καθάπερ ὁ Παῦλός φησι, ματαίας μὲν λογομαχίας ἀποφοιτῶν," τὰ δὲ γραώδη τῶν αἱρετικῶν διαπτύων ῥημάτια, καὶ τοὺς μὲν εἰκαίους ἐκτρεπόμενος μύθους, ἔχων δὲ τὴν πίστιν ἐν ἁπλοῖς λογισμοῖς, καὶ τῆς Ἐκκλησίας τὴν παράδοσιν καθάπερ τι κειμήλιον ἐν τοῖς τῆς καρδίας ταμιείοις ἐντιθεὶς, ἔχου τῶν ἀρεσκόντων τῷ Θεῷ διδαγμάτων· ἵνα μὴ μόνον ἐν πίστει λαμπρὸς, ἀλλ' 77.557 ἤδη καὶ ἐξ αὐτῶν τῶν ἐν εὐσεβείᾳ κατορθωμάτων ὑπάρχῃς διαφανέστατος. βʹ. Πολυσχιδὴς μὲν γάρ τις ἐπὶ τὸ δύνασθαι τὴν ἀρετὴν κατορθοῦν ἀποκομίζει τρίβος· καὶ διὰ ποικί λης ἄν τις ὁδοῦ καταντήσαι μόλις "πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως·" ἐν ἑνὶ δ' οὖν ὅμως τὸ σύμπαν ἡμῶν ἀναδεσμεῖται καλὸν, ἐν τῷ, "Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν." Καὶ χαλεπὸν οὐδὲν ἀληθὴς ὅτι γέγονεν ἡμῖν ὁ λόγος, ἐπιδεικνύειν. Ἐναγωνιεῖ ται γὰρ καὶ σφόδρα γενναίως τοῖς περὶ τούτων εἰρημένοις ἡμῖν ὁ σοφώτατος ἐπιστέλλων Παῦλος· "Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγα πᾷν. Ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκε. Τὸ γάρ· Οὐ μοιχεύσεις, Οὐ φονεύσεις, Οὐ κλέψεις, Οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Ἡ ἀγάπη τοῦ πλησίου κακὸν οὐκ ἐργάζεται. Πλήρωμα γοῦν νόμου ἡ ἀγάπη." Ἀκούεις ὅπως ὁ σύμπας λόγος ἐν τῷ τῆς ἀγάπης ὅρῳ περισχοινίζεται. Ὅσα γὰρ τῶν πραγμάτων, τὸν θεῖον ἐκβεβηκότα φαίνεται νόμον, ταῦτα δὴ πάντως τῶν τῆς ἀγάπης κύκλων ἐξώλισθεν. Οἷς δὲ τὸ θαυμάζεσθαι δεῖν εὐλόγως ἀκολουθεῖ, τούτοις ὁρᾶται προσὸν, τὸ διὰ πραγμάτων εἴσω τῆς ἀγάπης ὁρᾶσθαι. Ὁ μὲν γὰρ ἀδικῶν, οὐκ ἀγαπᾷ τὸν πλη σίον· ὁ δὲ μισῶν ἀδικίαν, ἀγαπᾷ δή που πάντως, ὅλον ἐν τούτῳ τὸν νόμον ἀποπληρῶν. Πλήρωσιν μὲν γὰρ τῶν ἐν τῷ νόμῳ κειμένων τὸ τιμᾷν ἐπείγεσθαι τὴν ἀγάπην προξενεῖ· ῥᾳθυμία δὲ ἡ περὶ αὐτὴν τῶν ἐκ νόμου κατηγορουμένων τὴν γένεσιν ἔχει. Τίς γὰρ ἂν, εἰπέ μοι, πρὸς τὴν τοῦ δεῖνος εἰσέλθοι γυναῖκα, καὶ γάμοις ὀθνείοις ἂν ἐπιπηδήσοι, τὸ λυπεῖν ἐξ ἀγά πης τινὰ δυσωπούμενος; Τίς δ' ἂν, οἶμαι, τὸ μιαι φονεῖν οὐκ ἂν παντὶ παραιτήσαιτο σθένει, αἰδοῖ καὶ τιμῇ τῇ πρὸς τὸν τοῦτο πεισόμενον, καθάπερ τινὶ χαλινῷ πρὸς ἡμερότητα διακρατούμενος; Τίνι δὲ τῶν ὄντων οὐκ ἀπόπτυστος ἂν καὶ βδελυρωτάτη τῶν ἀλ λοτρίων ἡ κτίσις ὁρῷτο, πικρὸν εἶναι διενθυμουμένῳ, καὶ ἐν τοῖς αἰσχίστοις τιθέντι κακοῖς τὸ ζημιοῦν ἀδελφόν; Οὐκοῦν ὁ πρὸς πᾶσαν ἡμᾶς ἀρετὴν ἀπευ θύνων νόμος, ἐν ἀγάπῃ τὴν πλήρωσιν ἔχει. Ἀλλ' οἶμαι προσήκειν τὰ τῆς ἀρτίως ὠνομασμένης ἡμῖν ἀρετῆς περιεργότερον ἐναθρήσαντα μέρη, τί τὸ ἐν τεῦθεν ἐκβαῖνον εἰπεῖν. Οὐκοῦν, κεχρήσομαι γὰρ κἀν τούτῳ τῇ τοῦ Παύλου φωνῇ· "Ἡ ἀγάπη, φησὶ, μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημο νεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ. Πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπί 77.560 ζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει." Ὁρᾷς ὅσην ἡμῖν ἀγαθῶν ὠδίνει πληθὺν τῆς ἀγάπης ἡ δύναμις; "Ἡ ἀγάπη, φησὶ, μακροθυμεῖ," του τέστιν, ἐπὶ ταῖς τοῦ γείτονος ὀλιγοψυχίαις οὐκ ἀσθε νεῖ· ὁ γὰρ ὅλως μακροθυμῶν, πάντως δή που καὶ ἐπί τισι τοῖς ἀτόποις εἰς αὐτὸν πεπραγμένοις ὑπό του μακροθυμεῖ, καί τι τῶν ἀνιᾷν εἰωθότων κατα γωνίζεται. Παροξύνοντι δὲ τῷ θυμῷ πρὸς τὴν τῶν ἴσων ἀντίδοσιν, σωφρονῶν οὐ πείθεται. Χρῆμα μὲν γὰρ ὄντως ἡ ἀδικία φορτικὸν, ἱκανὸν εἰς ὀργὰς ἀνα καῦσαι δεινάς· καὶ τὸ προπαθεῖν ὑπό του τυχὸν, καί τοι κατὰ φύσιν ὄντι πονηρῷ, καὶ συνεξοπλίζεται, καὶ συνηγορεῖ τῷ θυμῷ· δόξῃ γὰρ ἄν πως ἀδικεῖν ἀντεξ άγειν ἀναπείθων, καὶ ἐπείγεσθαι ἀντιπλήττειν τὸν λελυπηκότα. Ἀλλ' οἱ λογισμῷ νεανικῷ πρὸς τὸν τῆς ἀγάπης ὁρῶντες νόμον, καὶ μακροθυμεῖν αὐτοῖς ὅτι πρέποι διενθυμούμενοι, ἀναζέουσαν μὲν τὴν ὀργὴν, καὶ ὥσπερ τινὰ πῶλον ἀτάκτοις ἀναπηδῶντα σκιρτή μασι, καθάπερ τισὶν ἡνίαις ταῖς ἀνεξικακίαις, ὀπίσω πάλιν ἀνασειράζουσιν· ἀμείνους δὲ τῶν λελυπηκότων καὶ μετὰ τοῦτο φαινόμενοι, τὴν ἐφ' ἅπασι τοῖς ἀγα θοῖς ἀποκερδανοῦσι ψῆφον. Ὃ δὲ δὴ κάλλιστόν ἐστι τῆς ἀγάπης, μικροῦ παριππεῦσαν ᾤχετο. Τί γὰρ δὴ πάλιν περὶ αὐτῆς πού φησι τῆς ἀρετῆς ὁ συνήγορος, τί δὲ πρὸς τοῦτο κατορθοῦν ἕτερον τῶν ἀξιαγάστων διεκελεύετο, διεξίωμεν πάλιν. "Ἡ ἀγάπη, φησὶ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται." Ὁ μὲν οὖν ἀκριβής τε καὶ νομικώτερος ἐν τούτοις λόγος, ἐκεῖνον ἂν ἐπιδείξειεν οὐ ζητοῦντα τὰ ἑαυτοῦ, τὸν ἐν τῷ μηδενὶ τὰ οἰκεῖα πεποιημένον, ἔστ' ἂν αὐτῷ τὸ τῶν πολλῶν ἐξανύηται χρήσιμον. Οἷον τί φημι· δότε γὰρ ἐξελθεῖν καὶ διὰ παραδειγμάτων τὸν λόγον· Ἐπέτατ τον ποτὲ τῶν Ἰουδαϊκῶν ταγμάτων οἱ καθηγούμενοι τοῖς ἁγίοις ἀποστόλοις μηδενὶ προσλαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ· οἱ δὲ, φροντίσαντες τῶν ἐκεῖνα ληρούντων οὐδὲν, καίτοι κινδύνων ἐπηρτημένων αὐ τοῖς τῶν ἐσχάτων, πάλιν τοῖς ὄχλοις περιτυχόντες ἐδίδασκον, ἐπαμύνειν μὲν ὅτι πρέποι τοῖς πλανω μένοις διεγνωκότες ὀρθῶς, παντελῶς δὲ τῆς ἐντεῦθεν ἀλογοῦντες ἐπιβουλῆς. Οὐ γὰρ ἐζήτουν τὰ ἑαυτῶν, ἀλλὰ τὰ ἑτέρων, τὸν θεοφιλῆ τῆς ἀγάπης οὐκ ἐκβαί νοντες ὅρον. Ἀλλ' εἰ καί τινα τοιαύτην θεωρίαν ἡμᾶς ἐξαιτεῖ τὸ προκείμενον, ἀλλ' εἰς τὸ τοῖς ἁπλού στερον εἰωθόσι νοεῖν, φέρε δὴ πάλιν αὐτῷ περιτρέ ποντες, τοῖς τοῦ Σωτῆρος ἐφαρμόσωμεν λόγοις. Εἰς ἀκροτάτην τοιγαροῦν ἀναφέρων ἡμᾶς ἡμερότητα, καὶ φιλαδελφίαν, καὶ τὸ δύσερι καὶ φιλόνεικον, καὶ τὴν τῶν οὐδὲν ἡμῖν προσηκόντων ἐπιθυμίαν, ἀκάνθης δίκην τῆς ἡμετέρας ἀποκείρων ψυχῆς, "Παντὶ, φησὶ, τῷ αἰτοῦντί σοι δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει." Ἀκούεις ὅπως ἀποφρίττειν κε λεύει τὸ ἀλλότριον; Οὐδ' ἂν ἀφέληταί τις ἡμᾶς τὶ δικαίων, ἀντιστῆναι βούλεται· ἀμείνους δὲ μᾶλλον ὁρᾶσθαι καὶ τῶν ἐκ ζημίας ἐρεθισμῶν, ἤγουν τοῖς 77.561 ἀφαιρουμένοις ὑπό του τυχὸν ἀκρατῶς ἐπωδίνοντας, εἰς ἀσχήμονα θυμὸν ἀνακαίεσθαι φιλεῖν. γʹ. Ἀλλὰ τί μοι πρὸς ταῦτα πάλιν ὁ λωποδύτης ἐρεῖ; ὁ ταῖς μὲν τριόδοις θηρίου δίκην ἐγκαθήμενος, καὶ τὸν οὐδὲν ἀδικήσαντα, καθάπερ τινὰ τῶν πολε μίων, παρατρέχοντα λοχῶν, ποταμίοις δὲ νάμασι τὸ τῆς λῃστείας ἁπλώσας λῖνον, κἂν ἁλῷ τις, εὐθὺς ἀναπηδῶν, καὶ πρὸς τὸ παρὰ φύσιν ἀνακαιόμενος θράσος. Ποῦ μοι τέθεικας, εἰπέ μοι, τοῦ Σωτῆρος τὸν νόμον, καίτοι λέγων εἶναι Χριστιανός; Περιτ τεύεις μὲν γὰρ τὸν τῆς ἀγάπης θεσμόν· ὥσπερ δὲ εἰς θῆρα τῶν ἀτιθάσσων τινὰ μεταπεποιημένος, καὶ εἰς ἔκφυλον ἀγριότητα πεσὼν, οὐκ αἰσθάνῃ λοιπόν. Τὸν δὲ κατ' εἰκόνα γεγονότα τὴν θείαν ἐν τῷ μηδε νὸς κατατάξας λόγῳ, δρᾷς μὲν οὐκ οἰστά· σιδήρῳ δὲ πλήττειν ἀνοσίως ἀποτολμᾷς· ἀλλὰ σπέροντα νεκρὸν ἐπὶ γῆς ἔσθ' ὅτε τὸν ὁμογενῆ σοι θεώμενος ἄνθρωπον, οὐκ αὐτήν σοι παραχρῆμα διαχᾶναι πο θεῖς, οὐδὲ λογίζῃ τοῖς οὕτως ἀγρίοις ἐπιποδῶν τολμή μασι, ὡς ἀροῦν μέν σοι γέγονεν ἐν ἔθει τὴν γῆν, ἀνατέμνειν δὲ τοῖς ἀρότροις τὰς ἀρούρας, εἶτα ἐγκατακρύπτειν αὐταῖς τὸ δοκοῦν, καὶ σιδήρῳ πάλιν ἀποκείρειν τελεσφορηθὲν διὰ τοῦ Θεοῦ. Καὶ θαυμά ζεις μὲν τὸ τηνικάδε τὴν γῆν, ὡς καρπῶν ἀγαθῶν μητέρα, ὡς ἄριστά σοι περὶ τὸν τῶν ἀναγκαίων ὑπηρετοῦσαν ἐκπορισμόν· ἐπαινεῖς δὲ, ὡς εἰκὸς, καὶ τοῦ σιδήρου τὴν χρείαν. Πῶς οὖν ἀδικῶν οὐκ ἐρυθριᾷς τὰ δι' ὧν ἦν σοι τὰ ζωαρκῆ; Τὸν μὲν γὰρ ἐτίθης ἀνδροκτόνον, τὴν δὲ τοῖς ἀθώοις κατεφοίνιξας αἵμασι. Πῶς οὖν ἔτι καρπῶν σοι γενέσθαι μητέρα παρακαλεῖς, ἢν ἀφειδήσας ἠδίκεις; Πῶς τὸν λαμπρὸν ἐπαφήσῃς σίδηρον, ὃν παρατρέψας τῆς αὐτῷ πρεπούσης χρείας, ἀνδροφόνον εἰργάσω; Πῶς δ' ἂν ὅλως, εἰπέ μοι, τὰ εἰκότα

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.