Festal Letters (Paschal Homilies) · §logos11-rem-early

Logos 11 rem early

Rem early: Logos 11; festal historia and call to virtue.

Greek

χον μὲν εἰς ἀδελφοὺς, ἐμπειροπόλεμον δὲ πρὸς ὑπεναντίους. Τουτὶ γὰρ οἶμαι δηλοῦν τὸ διὰ τῆς προφήτου φωνῆς ὀρθῶς εἰρημένον· "Ὁ πραῢς ἔστω μαχητής." Μὴ γὰρ εἴ τις οἰέσθω τὸ πικρὸν τῶν δαιμονίων ἠρεμήσειν στῖφος, ἤγουν καταλήξειν τῆς καθ' ἡμῶν μανίας τὸν Σατανᾶν. Καὶ εἴρηται μέν που πρὸς Ἰουδαίους· "Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὑτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυ νήσεσθε εὖ ποιῆσαι, μεμαθηκότες τὰ κακά." Ἀλλὰ τὸ οὕτως ἔχον ὀρθῶς τε καὶ καλῶς καὶ ταῖς πονη ραῖς καὶ ἀντικειμέναις δυνάμεσιν ἐπαυδήσαι τις ἂν, καὶ μάλα εἰκότως, αἳ τόνδε περινοστοῦσι τὸν κόσμον, ἑκάστου τῶν ἐν αὐτῷ πολυπραγμονοῦσαι βίον, δει νοῖς τε καὶ ἀγρίοις ὄμμασι τοὺς ἁγίους κατασκεπτό μεναι, καὶ τοὺς μὲν ἤδη νενευκότας εἰς πονηρίαν παραθήγουσαι πρὸς ἀποστασίαν τὴν ἔτι μειζόνως χείρονα, καὶ φαυλότητος ἀπάσης ἐπ' αὐτὸ λοιπὸν ἰοῦσαν τὸ ἀκρότατον· τοῖς γε μὴν ἑλομένοις ἀγαθ ουργεῖν, καὶ τοῖς τῆς δικαιοσύνης ἐπαυχεῖν κατορ θώμασι, καθάπερ τισὶ τῶν ὅτι μάλιστα πολεμιωτά των ἀντεγειρόμεναι, καὶ τῆς ἐνούσης αὐταῖς δυστρο πίας ἀντεξάγουσαι τὴν ὠμότητα. Μάχεται γὰρ ἡμῖν οὐχ αἷμα καὶ σὰρξ, ἀλλ' ἡ παγχάλεπος καὶ ἀποστάτις τῶν δαιμόνων πληθὺς, καὶ μὴν ἐπὶ ταύτῃ καὶ τῶν τῆς σαρκὸς κινημάτων ὁ ἔμφυτος μὲν, πλὴν 77.640 ἀτίθασσος νόμος ἀνθέλκων καὶ βιαζόμενος ἐπὶ τὸ αὐτῷ δοκοῦν, καὶ σκληρὸν ἀνιστὰς κατὰ τοῦ πνεύ ματος τὸν αὐχένα. Ἀντίκειται γὰρ ἀλλήλοις τὰ φρο νήματα· καὶ διῴκισται πολὺ κατὰ τὸ ἐναντίως ἔχον. Καί μοι δοκῶ παραπλήσιόν τι παθεῖν τὰς τῶν ἀν οσίων ψυχὰς, ὁποῖον ἄν τισιν εἰκὸς συμβῆναι πόλεσιν ἢ χώραις, αἷς θύραθεν μὲν τῶν προσοικούντων βαρ βάρων περιαγγέλλεται πόλεμος· οὐκ ἀστασίαστα δὲ τὰ εἴσω πυλῶν, ἀλλ' ἐγγενὴς μὲν τοὺς ἐν αὐταῖς καταβόσκεται μάχη· τὸ δὲ καὶ μόλις τῶν ἔξω πε ριεσόμενον, εἴπερ τι μετῆν ὁμονοίας αὐτῷ, αὐτὸ δι' ἑαυτοῦ συνθραύεται, ταῖς διχονοίαις κατεσχισμέ νον. Ὅτι γάρ τις οὐ μικρὰ ἐν ἡμῖν ἡ τῶν θελημάτων ὁρᾶται διαφορὰ, μαρτυρήσει λέγων ὁ θεσπέσιος Παῦλος· "Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἀντιστρα τευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τί με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;" ∆ιττὸς οὖν ἄρα καὶ οὐχ ἁπλοῦς ἐν ἡμῖν ὁ πόλεμος. Ἀλλ', οἶμαί γε δή που, φαίη τις ἂν, καὶ ταυτὶ λέγοντος ἐμοῦ διαπύ θοιτο· Τί οὖν, ὦ τάν; Ἄρα δεήσει τὰ ὅπλα μεθέντα ἐπιδοῦναι τὸ κρατεῖν ἀκοντὶ τοῖς ἐχθροῖς, καὶ βιαιοτάτοις ὥσπερ δεσπόταις καταζεῦξαι τὸν αὐχένα, σφαλερὸν εἰδότας τὸ μάχεσθαι, καὶ θητεύειν ἀνάγκη σαρκὶ καὶ δαίμοσιν, ἀπειρηκότας τὴν σωτηρίαν; Οὐμενοῦν· ταυτὶ γὰρ ὕθλος, καὶ ἕτερον οὐδέν. Ἄπαγε τῆς δυσβουλίας, ἄνθρωπε. Μεθίστη τὸν νοῦν εἰς ἀνάληψιν εὐτολμίας· κἂν φύσιν ἀκούσῃς σαρκὸς, ἐπιῤῥεπέστερόν πως ἐχούσης πρὸς ἡδονὰς τὸ φρόνημα, μὴ καταδήσῃς τὴν ἀντίστασιν· μικροῖς κομιδῇ κατανδρίζεται πόνοις, κἂν ἴδῃς κεκινημένην, καὶ τῶν τοῦ πνεύματος θελημάτων κατατεθηγμένην, μέθες ὡς τάχος τὴν ῥᾳθυμίαν, καὶ τοὺς τῶν ἀθλη τῶν ἀρίστους ἀπομιμούμενος, ἀνταποδύου θερμότε ρον· καὶ τοῖς τῆς ἁγνείας ὅπλοις ἀνηρμοσμένος, ἐπίδειξον αὐτῇ τὸν ἐξ ἀσκήσεως πόνον, καὶ φυγὰς οἰχήσεται τῆς ἁμαρτίας ὁ νόμος, καὶ ὄψει παρα χρῆμα δραπέτην, ὃν ᾠήθης εἶναι δυσάλωτον. Οὕτως καὶ ὁ θεσπέσιος Παῦλος τῶν τῆς σαρκὸς ἐπιθυμιῶν κατεστρατεύετο, λέγων· "Ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδό κιμος γένωμαι." Ἵππον μὲν γὰρ τὸν ὑψαύχενα, πρὸς ἐπιστήμονα δρόμον χαλινοῖς περιτρέπουσιν, οἷς ἐν λόγῳ τὸ ἐπιτήδευμα. Ναυτικῶν δὲ καταλόγων οἱ καθηγούμενοι, ταῖς τῶν οἰάκων περιστροφαῖς κατ' εὐθὺ διαθεῖν ἀναπείθουσι τὰς ὀλκάδας. Σώφρων δὲ νοῦς καὶ εὐδόκιμος, ἥκιστα μὲν ἐλαφρὸς, ἢ λογισμῶν ἀπάταις εὐδιαῤῥίπιστος. Βεβηκὼς δὲ ὥσπερ ἐφ' ἑαυτῷ, καὶ ἀμωμήτως ἐρηρεισμένος, τοῖς μὲν ἐξ ἀσκήσεως πόνοις καταρυθμίζει τὴν σάρκα πρὸς τὸ δεῖν ἐθέλειν ὑποκεῖσθαι τῷ Θεῷ· ἀδιάστροφον δὲ παντελῶς τὴν ἐφ' ἅπασι τοῖς πρακτέοις ποιεῖται 77.641 διαδρομήν· "Λογισμοὶ γὰρ δικαίων, κρίματα," κατὰ τὸ γεγραμμένον. Εἴη δ' ἂν καὶ ἑτέρως ἀπρο φάσιστον ἀληθῶς τὸ ἀσθενεῖν εἰς ἐγκράτειαν. Οὐ γὰρ δή τοι μόνος τῆς ἐπιεικείας ὁ τρόπος περιέσται σαρκὸς, ἀλλ' ἤδη νενέκρωται τὸ διχοστατοῦν ἐν αὐτῇ, καὶ κατηργήθη διὰ Χριστοῦ. Ἐξηγήσεται δὲ πάλιν τοῦ Σωτῆρος ὁ μαθητὴς καὶ τῆς ἐμφύτου μάχης τὴν δύναμιν καὶ τὸν τῆς νεκρώσεως τρόπον. Ἔφη γὰρ πάλιν· "Ἄρ' οὖν αὐτὸς ἐγὼ, τῷ μὲν νοῒ, δουλεύω νόμῳ Θεοῦ· τῇ δὲ σαρκὶ, νόμῳ ἁμαρτίας. Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ σάρκα περιπατοῦσιν. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς, ἐν Χριστῷ Ἰησοῦ, ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου." Καὶ πάλιν· "Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα." Νεκρωθείσης τοιγαροῦν τῆς σαρκὸς ὅσον ἧκεν εἰπεῖν εἰς ἐπιθυμίας λόγον· ἐφεῖ ται γὰρ δὴ τοῖς ἐθέλουσι νικᾷν· "Ὀφειλέται ἐσμὲν, οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῇν, καθὰ γέγραπται. Εἰ γὰρ κατὰ σάρκα ζῶμεν, τεθνηξόμεθα· εἰ δὲ πνεύ ματι τὰς πράξεις τοῦ σώματος θανατοῦμεν, ζησό μεθα. Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν." Ἐννοεῖν δὲ ἀκόλουθον, ὡς ἔστιν ἀληθῶς αἰσχρόν τε καὶ καταγέλαστον τοὺς εἰς τοῦτο δόξης ἀφιγμένους τε ἤδη καὶ κεκλημένους, ὡς τὸ τῆς υἱοθε σίας ἑλεῖν ἀξίωμα, δούλους ὁρᾶσθαι σαρκὸς, καὶ οὐχὶ δὴ μᾶλλον φύλακας εἶναι γενναίους τῆς ἀρετῆς, ἵνα καὶ τὴν εὑρημένην ἀνασώσαιντο δόξαν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν ἡμέρᾳ κρίσεως τὰς ἐπὶ ταῖς ῥᾳστώναις αἰτίας ἀποσκευάζεσθαι, φληνάφως ἐκεῖνο λέγοντας· Ἐτυραννούμην, ἐδούλευον· ἀντελέγχοντος ὥσπερ ἡμᾶς τοῦ Χριστοῦ, καὶ τῆς ἐλευθερίας τὸν νόμον ταῖς ἡμετέραις σκέψεσι μονονουχὶ καὶ ἀντιβοᾷν ἀναγκάζοντος. γʹ. Ἐξηγείσθω τοιγαροῦν τῶν ἁγίων ὁ παιδοτρίβης, καὶ τὰ κατὰ σαρκὸς ἡμῶν παιδευέτω παλαίσματα γράφων ὡδί· "Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν, καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνανεώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον." Καὶ μὴν ἐπὶ τούτῳ ὁ σοφὸς Ἰωάννης, "Μὴ ἀγαπᾶτε, φησὶ, τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐὰν γὰρ τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Θεοῦ ἐν αὐτῷ. Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου· οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ' ἐκ τοῦ κόσμου ἐστί. Καὶ ὁ κόσμος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ, 77.644 μένει εἰς τὸν αἰῶνα." Φρενὸς οὖν ἄρα τῆς ἀγαθῆς ἀμοιρήσειεν ἂν, εἴπερ τῳ δόξαι λυσιτελέστερον, προέσθαι μὲν τὰ βελτίω, καὶ ἡγεῖσθαι παρ' οὐδὲν, ἀνθελέσθαι δὲ μᾶλλον, ἃ καὶ γέλωτος ἄξια ἀποφαίνει, καὶ χρόνῳ μετρεῖται βραχεῖ. Ἆρα γὰρ εἴ τις χρυσῷ παραθεὶς τὸν μόλιβδον, αἱρεῖσθαι ἐκέλευε τὸ δοκοῦν, οὐκ ἂν ἐκεῖνο παρέντες, ὃ καὶ ὀλίγου παντελῶς ἀξιοῦ ται λόγου, εἶτα τοῖς ἀσυγκρίτως ὑπερκειμένοις ἀμελλητὶ κατανεύοντες τὸ χρῆναι νικᾷν, ἄριστα βε βουλεῦσθαι παρά τε σφίσιν αὐτοῖς καὶ ἑτέροις ὑπενοήθημεν; Εἶτα πῶς οὐ λίαν ἐκτοπώτατον, εὔηθές τε παντελῶς, ἐν μὲν ὕλαις φθαρταῖς καὶ γηΐνοις πράγμασι τοσαύτην ἡμᾶς ποιεῖσθαι τὴν διάκρισιν καὶ εὐθυδικίαν, ἐν δὲ τῆς ψυχῆς ἀγαθοῖς, καίτοι δέον ἐξακριβοῦν ὅτι μάλιστα τῶν πραγμάτων τὰς φύσεις, ἀναπεπτωκότας ὁρᾶσθαι, τοσοῦτον καὶ τῆς τοῦ πρέ ποντος θήρας ὀλιγωρεῖν ἐγνωκότας ὡς ἢ μηδόλως εἰδέναι τὸ λυσιτελοῦν, ἤγουν εἰδότας, ὑπερορᾷν, καὶ τοῦ μὲν ἀεὶ πεφυκότος ὠφελεῖν, ἢ ὀλίγον κομιδῇ ποιεῖ σθαι λόγον, ἢ παντελῶς οὐδένα, ἐπιθρώσκειν δὲ τοῖς αἰσχίοσι; Φέρε δὴ οὖν, φιλοσαρκίας μὲν τῆς μυσαρω τάτης ἀμείνους ἀναφαινώμεθα, τὴν δὲ ταῖς ἡμετέραις συνέκδημον ἀρετὴν, τῆς προὐργιαιτέρας σπουδῆς ἀξιώσωμεν, πρὸς ἅπαν εἶδος ἀγαθουργὸν τὸν ἑαυτῶν ἀποτορεύοντες βίον. ∆εῖν γὰρ ἔγωγέ φημι τοῖς τὴν εὐδόκιμον ἑλομένοις ζωὴν, οὐχὶ μόνης ἐγκρατείας τῆς κατὰ σῶμα νοουμένης, ἀλλ' οὐδὲ μόνου τοῦ κατ αθλῆσαι σαρκὸς, ἀλλὰ καὶ τῆς ἑτέρας ἐπιεικείας τῆς ἐν ἤθει καὶ τρόπ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.