Festal Letters Logos 13 opening
Logos 13.
Paschal Logos 13: festal exhortation; theoria of the passion and resurrection.
Greek
ΛΟΓΟΣ ΙΓʹ αʹ. Καλὸν, ὡς ἔοικε, μᾶλλον δὲ ἤδη καιρὸς, ἅγιος ἡμᾶς προσαιροῦντας λόγοις, ἥκειν τε εἰς μέσον, κα τὴν ἁγίαν καὶ πανεύφημον ἡμῶν ἑορτὴν προανακη ρύττειν λέγοντας· "Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν." Ἐπετώθαζε μὲν γὰρ πάλαι κειμένοις ἡ ἁμαρτία, καὶ κατεστρατεύετο τυ ραννικῶς τὸ τῆς σαρκὸς ἔμφυτον κίνημα, ποταμίου νάματος δίκην ταῖς ἁπάντων ψυχαῖς εἰσχεομένης ἀεὶ τῆς ἀκράτου καὶ ἀγρίας ἡδονῆς, καὶ κατωθούσης ἀεὶ πρὸς τὸ δεῖν ἑλέσθαι φρονεῖν τὰ ἐπὶ τῆς γῆς. Καὶ τάχα που ταῖς ἁπάντων ἀσθενείαις ἐπιμειδιῶν ὁ θάνατος, καὶ τὴν τῷ διαβόλῳ πρέπουσάν τε καὶ φίλην ὑπερ οψίαν νοσῶν, μετ' ἐκείνου ἀνακεκράγει, λέγων· "Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ, ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ· καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με, ἢ ἀντείπῃ μοι" Ἐπειδὴ δὲ εἰς τοῦτο ταλαιπωρίας κατώλισθέ τε καὶ κατεσείσθη τὰ καθ' ἡμᾶς, ταῖς ἁπάντων συμφοραῖς μονονουχὶ καὶ ἐπι στυγνάζων ὁ φιλοικτίρμων Θεὸς, διὰ φωνῆς Ἡσαΐου φησί· "Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη· καὶ πλῆθος ἐγενήθη νεκρῶν, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον· καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, ὥστε μὴ διαλιπεῖν." Ἀλλ' εἰ καὶ κατέπιεν ὁ θάνατος ἰσχύσας, ἀλλὰ ἀφεῖ λεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς. Πα ρακομισθέντες μὲν γὰρ εἰς παράβασιν καὶ παρ ακοὴν, καὶ τοῦ ζῇν ἐννόμως ἐκ φιλοσαρκίας ἡμαρτη κότες, πλατὺ γελῶντα καὶ ὀνειδίζοντα τὸν φιλεγκλή μονα Σατανᾶν, καὶ τὸ πονηρὸν τῶν δαιμόνων εἴχομεν στῖφος. Ἔστι γὰρ, ἔστιν "ἐχθρὸς καὶ ἐκδικητὴς," κατὰ τὸ γεγραμμένον. Καὶ μὴν ἐπὶ τούτοις καὶ τοῖς ἀπὸ τοῦ συνειδότος ἐλέγχοις ὑπερυθριῶντες οἱ τά λανες, καὶ τὴν πρὸς Θεὸν παῤῥησίαν ἐν τούτῳ παρ ηρημένοι, καὶ τί γὰρ οὐχὶ τῶν ἀτόπων νενοσηκότες, διετρίβομεν ἐπὶ τῆς γῆς. Ἐπειδὴ δὲ ὁ πάντων ∆η μιουργὸς ἠλέει κειμένους, καὶ παντὸς εἰς λῆξιν ἐλη λακότος κακοῦ, παρεκάλει λέγων διὰ τῶν ἁγίων προ φητῶν· "Μὴ φοβοῦ, ὅτι κατῃσχύνθης· μηδὲν ἐντρα πῇς, ὅτι ὠνειδίσθης. Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλεί φων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι." Ἔπεμψεν ἡμῖν ἐξ οὐρανοῦ τὸν μονογενῆ Θεὸν Λόγον, γενόμενον ἐκ γυναικὸς καὶ ἐκ σπέρματος Ἀβραὰμ, 77.696 ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθεὶς κατανε κρώσῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, καὶ πνευματικῆς εὐρωστίας ἀναπιμπλὰς, δι' ἑαυτοῦ καὶ ἐν αὐτῷ τὴν φύσιν ἀναμορφώσῃ πρὸς τὸ ἀρχαῖον, καὶ ἀνάλωτον μὲν ἀποφήνῃ ταῖς ἁμαρτίαις, ὀλέθρου δὲ καὶ φθορᾶς ἀμείνω γενέσθαι παρασκευάσῃ. Καὶ τοῦτο εἰδὼς ὁ σοφὸς ἡμῖν ἐπιστέλλει Παῦλος· "Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα." βʹ. Καὶ γοῦν τὸν πολύευκτον ἡμῖν τῆς ἐνανθρωπή σεως κατασημαίνων καιρὸν, μᾶλλον δὲ ὡς ἤδη καθ' ἡμᾶς γεγονὼς, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος προανακε κράγει λέγων· "Αὐτὸς ὁ λαλῶν πάρειμι, ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρή νης, ὡς εὐαγγελιζόμενος ἀγαθά." –"Πολυμερῶς γὰρ καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πα τράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ," δι' οὗ πάντες ἀν εθάλλομεν εἰς ἀφθαρσίαν καὶ ζωήν. Ἀφίκετο γὰρ πρὸς ἡμᾶς "ὡς ὥρα ἐπὶ τῶν ὀρέων." Καὶ τί δὴ τοῦτό ἐστι; Τὰ γὰρ ἐν ὄρεσί τε καὶ παραδείσοις φυτὰ, χειμῶνος αὐτοῖς ἐνιέντος τὴν πύκνωσιν, καὶ τὴν ἐκ ῥίζης ἰκμάδα διαθεῖν εἰς τὸ ἄνω πλου σίως οὐκ ἐπιτρέποντος, μονονουχὶ καὶ αὐαίνεται, καὶ ἀκαρποῦται, φύλλων νοοῦντα τὴν ἐρημίαν. Ἀνα δεδειγμένης δὲ τῆς ὥρας, τουτέστιν ἠρινοῦ γελῶν τος καιροῦ, καὶ θερμοτέραις ἀκτῖσιν ἡλίου τὰ σύμ παντα καταθέροντος, ἁπλοῦται τὸ μεμυκὸς, καὶ τῆς ἐκ βάθους ἰκμάδος ἐλευθέραν ἐχούσης τὴν εἰς ἅπαν ἤδη διαδρομὴν, μεθύουσι μὲν οἱ κλῶνες, ἀρτιθαλῆ δὲ φυλλάδος προαναβράττοντες χλόην, εὐθὺς τῷ ἰδίῳ στεφανοῦνται καρπῷ. Γέγονε τοίνυν ἡμῖν ὡς ὥρα ἐπὶ τῶν ὀρέων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Γέ νοιτο δ' ἂν καὶ τοῦτο σαφὲς καὶ δι' ἑτέρων ἡμῖν ἱερῶν Γραμμάτων. Ἐν γάρ τοι τῷ Ἄσματι τῶν ᾀσμάτων τὸ τοῦ νυμφίου πρόσωπον εἰσκεκόμισται, καθάπερ τινὶ νύμφῃ τῇ Ἐκκλησίᾳ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.