Festal Letters Logos 15 opening
Logos 15.
Paschal Logos 15: festal exhortation; theoria of the passion and resurrection.
Greek
ΛΟΓΟΣ ΙΕʹ. αʹ. "∆εῦτε πάλιν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ." Καιρὸς γὰρ ἤδη πως ἑορτάζειν, ἀγαπητοὶ, καὶ εἰς πανδαισίαν ἡμᾶς τὴν πνευματικὴν εὖ μάλα συνενεγ κεῖν· μονονουχὶ δὲ καὶ τὴν τοῦ Ψάλλοντος λύραν συνανακραγεῖν ἀστείως· "Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι πάντα τὰ αἰτήματα τῆς καρδίας σου." Ἀποπερανοῦμεν δὲ τὸ κεκελευσμένον, οὐκ ὀψοποιῶν καρυκεύμασι γαστέρα καταπιαίνοντες, ἀλλ' οὐδὲ κύ λιξι ταῖς συχναῖς καὶ ταῖς ἐπέκεινα μέτρου καταθο λοῦντες τὸν νοῦν· ἱεροῖς δὲ μᾶλλον καὶ θείοις ἐν σπαταλῶντες λόγοις, καὶ εἰς νῆψιν ἔτι τὴν ἀμείνω καὶ τῆς ἐνούσης ἀεὶ τὴν προφερεστέραν τὸν τῆς διανοίας 77.729 κατευρύνοντες ὀφθαλμὸν, καὶ εἰς αὐτά που λοιπὸν τὰ ὑπερτενῆ τῆς θεοπτίας ἱέντες ὑψώματα. Ἕψεται γὰρ οὕτω, Θεοῦ κατανεύοντος ἐκ φιλοτιμίας, καὶ τὸ ἰσχύσαι τῶν ἀνθεστηκότων κρατεῖν, καὶ βδελυρωτά των ἀμείνους ὁρᾶσθαι παθῶν. Ὅτι δὲ τοῖς ὧδε λαμ πρῶς ἑορτάζουσι πρέπων ἂν εἴη, καὶ μάλα εἰκότως, ὁ πρὸς ἔφεσιν ἡμᾶς τῆς ἀξιαγάστου καὶ ἐν Χριστῷ πολιτείας παραθαρσύνων λόγος, ἀποχρήσει μὲν, οἶ μαί που, καὶ ὁ θεῖος ἡμῖν Μελῳδὸς ἐπιμαρτυρῶν καὶ λέγων· "Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν." Παροίσω δὲ πρὸς ἐναργεστά την ἀπόδειξιν καὶ ἀρχαῖον ἐπὶ τούτῳ χρησμῴδημα. Πρὸς γάρ τοι τὸν ἱερώτατον Μωσέα, "Ἐὰν δὲ ἐξέλθητε, φησὶν, εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημαίνητε ἐν ταῖς σάλπιγξι, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. Καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν, σαλ πιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν θυσιαστηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν. Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν." Κεχρησμῴδηκε δὲ ταυτὶ πρὸς ἡμᾶς οὐ μάτην ὁ νόμος. Ἀποφέρει[ν] δὲ ὥσπερ διὰ τύπου καὶ αἰνιγμάτων ἀναλόγως ἐπὶ τὸ ἀληθὲς, καὶ παχεῖαν ὥσπερ τινὰ παραθεὶς εἰκόνα τὰ ὡς ἐν ὄψει συμβαί νοντα, τῆς αἰσθήσεως ἀνωτέρω τὸν ἰσχνὸν τῆς δια νοίας ἐφίστησιν ὀφθαλμόν. Συνήσεις δὲ ὅ φησι τοῖς ἀρτίως ἡμῖν εἰρημένοις, ὀξυωπέστατα προσβαλών. Τοῖς μὲν γὰρ ἀρχαιοτέροις πρὸς αἷμα καὶ σάρκα ὁ πόλεμος ἦν. Μωαβῖται γὰρ δὴ καὶ Μαδιηναῖοι, καὶ πρὸς τούτοις ἕτερα μυρία τε ὅσα καὶ μαχιμώτατα γένη, τὴν τῶν Ἰουδαίων προσοικοῦντα χώραν, συ χνάς τε καὶ ἀκηρύκτους ἐποιοῦντο καταδρομάς· οἷς ἦν ἀεί πως ἀντανίστασθαί τε καὶ ἀντεξάγειν ἀνάγκη τοὺς ὑπέρ γε δὴ σφῶν αὐτῶν πρό τε παίδων καὶ πρὸ γυναικῶν οὐκ ἀμελέτητον ἔχοντας τὸ εὐδοκιμεῖν ἐν μάχαις. Ποιησόμεθα δὴ οὖν εὑρῆσθαι τοῖς πάλαι, πρὸς τὴν τοῦ πολέμου χρείαν, οὐκ ἀσυντελῆ πρὸς ὄνησιν τὴν διὰ σαλπίγγων ἠχήν. Ἀλλ' ὧδε μὲν τὰ ἐκείνων. Ἡμῖν δὲ τοῖς ἐν Χριστῷ διὰ πίστεως εὐδοκιμεῖν εἰω θόσιν, οὐ πρὸς αἷμα καὶ σάρκα ὁ πόλεμος, ἀλλ' οὐδὲ ῥώμης ἐπίδειξις τὸ χρῆμα σωματικῆς. "Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν, οὐ σαρκικὰ," κατὰ τὴν τοῦ Παύλου φωνήν· ἀλλ' ἐπ' αὐτοὺς ἤδη τοὺς πάλαι κρατήσαντας, καὶ κατὰ παντὸς τοῦ ἐν ἡμῖν ὄντος πάθους ἱερός τε καὶ ἅγιος αἴρεται πόλεμος. Σημαι νέτω δὴ οὖν ἡ σάλπιγξ ἡ νοητὴ, τουτέστι τῆς ἁγίας τε καὶ θεοπνεύστου Γραφῆς τὸ διαπρύσιον κήρυγμα· καὶ παραθηγέτω μὲν ἐπὶ τὸ λίαν εὐσθενὲς τὸν εὐφυᾶ καὶ ἐμπειροπόλεμον· ἀποφοιτᾷν δὲ ὅτι προσήκει δει λίας αὐτὸν διαγγελλέτω· σαφῶς οὕτω που Θεὸς διὰ φωνῆς προφήτου φησί· "Κηρύξατε ταῦτα ἐν τοῖς ἔθνεσιν· ἁγιάσατε πόλεμον, ἐξεγείρατε τοὺς μαχητάς· προσαγάγετε καὶ ἀναβαίνετε, πάντες ἄνδρες πολε 77.732 μισταί· συγκόψατε ἄροτρα ὑμῶν εἰς ῥομφαίας, καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας. Ὁ ἀδύνατος λε γέτω, ὅτι Ἰσχύω ἐγώ." Ἀκούεις ὅπως ἔφη ἁγίαν τὴν μάχην, καὶ ἀῤῥωστεῖν οὐκ ἐᾷ τὸ δυσκλεές τε καὶ ἄναλκι, δυσαπόνιπτα τοῖς πεπονθόσι τὰ τῆς κακ ανδρίας εἰδὼς ἐγκλήματα; Τί δ' ἂν βούλοιτο κατα σημῆναι πάλιν λόγος ἡμῖν ὁ προφητικὸς, ὅτι χρὴ συγκόπτειν τὰ ἄροτρα μὲν εἰς ῥομφαίας, τὰ δρέ πανα δὲ εἰς σειρομάστας, εὖ μάλα παρεγγυῶν, φέρε διασκεψώμεθα. "Ἄροτρα μὲν γὰρ καὶ δρέ πανα, ῥομφαῖαί τε καὶ σειρομάστεις," τὰ μὲν εἶεν ἂν ταῖς γεωπονίαις χρειωδέστατα τῶν σκευῶν, τὰ δ' αὐταῖς τοῦ πολέμου πρέποντα χρείαις. Ἆρ' οὖν ἐκεῖνο ἐροῦμεν, ὡς ἐξίστησι μὲν ἡμᾶς τῆς ἠρε μαίου ζωῆς καὶ φιλοπονίας ὁ νόμος, τὴν ἀγρίαν δὲ μᾶλλον καὶ φιλοπόλεμον τῆς ὧδε σεπτῆς ἀνθελέ σθαι κελεύει; Καίτοι πῶς τοῦτό ἐστιν οὐκ ἀπηχὲς ἐννοεῖν; Ληρίας γὰρ, οἶμαι, τὸ χρῆμα γραφὴ, καὶ ἀτρεκὴς ὁ λόγος. Παιδαγωγεῖ μὲν γὰρ ἡμᾶς πρὸς πᾶν ὁτιοῦν τῶν τεθαυμασμέ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.