Logos 16 rem early
Rem early: Logos 16; festal historia and call to virtue.
Greek
τοῦτο, οἶμαι, ἔστιν ὅπερ ἔφη Θεὸς διὰ προφήτου φωνῆς· "Ζητῶν ζήτει, καὶ παρ' ἐμοὶ οἴκει." Ὅτι μὲν γὰρ ταῖς καθηκούσαις ἐρεύναις κατιχνοῦν, ὡς ἔνι, τὰ γεγραμμένα πειρᾶ 77.752 σθαι προσήκει, τὸ ἱερὸν ἡμῖν ὑποσημῆναι Γράμμα, ἥκιστά γε μὴν τῆς τῶν ἐννοιῶν ὀρθότητος ἀπονοσφί ζεσθαι φιλεῖν, παρεγγυᾷ, λέγων τὸ, "Οἴκει παρ' ἐμοί." Ὀρθότης γὰρ πᾶσα μετὰ Θεοῦ, παρ' αὐτῷ τε καὶ ἐξ αὐτοῦ. βʹ. Οὐκοῦν ἠρινὸς μὲν τῷ Πάσχα καιρὸς πρέποι ἂν μάλιστα τῶν ἄλλων ἁπάντων, τῶν διὰ Χριστοῦ κατορθωμάτων τὴν δύναμιν καθάπερ πίνακι γράφων τοῖς ἐν αὐτῷ συμβαίνουσιν. Ἀνίσχει μὲν γὰρ καθα ραῖς καὶ ἡμερωτάταις ἡλίου βολαῖς περιθάλπων τὴν γῆν, καὶ ταῖς τοῦ χειμῶνος ἐμβολαῖς μονονουχὶ καὶ ἐπιφωνῶν· ∆ότε δὴ, δότε λοιπὸν ὄρεσί τε καὶ νάπαις τοῖς εὐπρέμνοις κατακαλλύνεσθαι δρυμοῖς, καὶ τοῖς τῶν πεδίων ἐψιλωμένοις ἁπαλῇ καὶ ἀρτιφανεῖ πε ριανθίζεσθαι πόᾳ. Καὶ ἐναβρυνέσθω μὲν ἤδη λειμῶσι τὸ κρίνον, γελάτω δὲ καὶ ἐν κήποις τὰ εὐοσμότατα τῶν ἀνθέων, ἀπαιρέτω καὶ αὐτὴ τῶν σίμβλων ἡ μέ λιττα, καὶ περιβομβείτω τοὺς ἀγροὺς, οὐ ῥαγδαίων αὐτῇ παρενοχλούντων· οὐχ ὑετοῦ καταστάζοντος, καὶ παραιρουμένου τὴν πτῆσιν. Ἰσχνὸν γὰρ αὐταῖς καὶ καμάτων ἄηθες τὸ πτερόν. Ἀνείσθωσαν δὲ ἤδη σηκῶν μὲν ἀγέλαι· καὶ δὴ καὶ μητέρας ἀμνοὶ τρυ φεροῖς καὶ ἀρτιπαγέσι περισκαίροντες ποσὶ, τῆς πολυειδοῦς κατορχείσθωσαν πόας. ∆ρεπάνη δὲ τοῖς ἀμπέλοις ἐπιθηγέτω λοιπὸν ὁ ταῦτα τεχνίτης. Εἰ δὲ καὶ αὐτοῖς ὁ λόγος τοῖς καιροῖς τὴν καθ' ἡμᾶς οἱονεί πως ἀπονέμει φωνὴν, ἐπιτιμάτω μηδείς. Πεπαιδεύ μεθα γὰρ ἐξ ἱερῶν καὶ τοῦτο Γραμμάτων. Καὶ γοῦν ὁ μὲν θεσπέσιος Ψαλμῳδός· "Οἱ οὐρανοὶ, φησὶ, διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύ γεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν." Συγκεχώρηκε δέ που καὶ ὁ προφήτης Ἡσαΐας καὶ αὐταῖς θαλάσσαις ἀριστοεπεῖν, καὶ ἀτρεχῆ τινα λόγον μονονουχὶ καὶ ἐρεύγεσθαι δοκεῖν. Ἔφη γὰρ οὕτω· "Αἰσχύνθητι, Σιδὼν, εἶπεν ἡ θάλασσα· ἡ δὲ ἰσχὺς τῆς θαλάσσης εἶπεν· Οὐκ ὤδινον, οὐδὲ ἔτεκον, οὐδὲ ὕψωσα νεανίσκους, οὐδὲ ἔθρεψα παρθένους." Καὶ οὐ δή πού φαμεν καιροῖς καὶ θαλάσσῃ μετεῖναι λό γον. Λῆρος γὰρ ἤδη τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. Τὸ δὲ εὔχαρί τε καὶ ἀναγκαῖον εἰς ὄνησιν τοῖς ἀκροωμέ νοις φιλοθηρεῖν σπουδάζοντες, τῇ τοῦ λόγου στεφα νοῦμεν χρείᾳ, καὶ ὅσα λόγου κατὰ φύσιν ἐστέρηται. Φέρε δὴ οὖν κατ' εὐθὺ τοῦ πρέποντος, τὴν τῶν νοη μάτων ἀποκομίζοντες δύναμιν, τοῖς ἐξ ἦρος ἀγαθοῖς συμβαίνοντα τὰ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας δεικνύωμεν κατορθώματα. Μονονουχὶ δὲ τοῖς ἐν αἰσθήσει γραφόμενον τὸ τῆς θείας χάριτος κατ αθρήσωμεν κάλλος. γʹ. Ἀχλύϊ μὲν γὰρ καὶ σκότῳ τὰ πάντα κατείλη πτο· καὶ ὥσπερ τινὰ χειμῶνος κατήφειαν ἁπάσης, ὡς ἔπος εἰπεῖν, κατεσκέδασε τῆς ὑπ' οὐρανὸν ὁ πολυκέ φαλος δράκων, τουτέστιν ὁ Σατανᾶς· καὶ ἀποψύχων εἰς νέκρωσιν τὸν ἑκάστου νοῦν, ἀνοσίων ἐπιτηδευμά των ἐθελουργοὺς ἐπετέλει τοὺς ἐπὶ τῆς γῆς. Ἀλλ' 77.753 οἴχεται μὲν ὁ χειμὼν, καὶ ὁ πάλαι βαθύς τε καὶ ἀμειδὴς ἀπελήλαται σκότος. Αὐγαὶ δὲ ἡμῖν ἀνίσχουσι καθαραὶ, καὶ ὁ τῆς δικαιοσύνης ἥλιος, τουτέστι Χρι στὸς, νοηταῖς ἀκτίνων βολαῖς περιαστράπτει τὰ σύμ παντα, ὀνίνησί τε καὶ ἑτέρως· καταψύχεσθαι μὲν οὐκ ἔτι πρὸς ἁμαρτίαν ἐφιεὶς, ζέοντας δὲ μᾶλλον ἀποτε λῶν τῷ πνεύματι, καθὰ καὶ αὐτός φησι Παῦλος ὁ ἀπόστολος θεσπέσιος. Καὶ γοῦν οἱ πρέμνοις ἐν ἴσῳ τοῖς ἀκαρπίαν ἠῤῥωστηκόσι, καὶ αὐτοῖς που τῆς ἄνθης ἐστερημένης ἀνεθάλλομεν εἰς ζωήν· εὔβοτα δὲ ὥσπερ καὶ χλόῃ ποικίλῃ κατεστεμμένα πεδία, πεπλουτήκαμεν τὰ εὐαγγελικὰ κηρύγματα· τῶν ἁγίων ἀποστόλων τὰς γραφὰς τὰς ἐν σκιαῖς καὶ τύ ποις τῆς ἀληθείας εἰκόνας, φημὶ δὴ τὰ Μωσέως, τὰς τῶν ἁγίων προφητῶν προαναφωνήσεις ἐπὶ Χριστῷ· δι' ὧν εἰς τὴν τοῦ μυστηρίου κατάληψιν εὖ μάλα παιδαγωγούμεθα. Ταύτην ἡμῖν τὴν εὐφυᾶ τε καὶ εὔβολον γῆν ἡ νοητὴ καὶ φιλεργεστάτη περιϊπτά σθω μέλιττα· τουτέστι σοφὴ καὶ φιλοπονωτάτη ψυχὴ ἐρανιζέσθω τρόπον τινὰ τὸ τελοῦν εἰς χρείαν αὐτῇ, τὴν ἐπί γε τῷ δύνασθαί φημι, καθάπερ γλυκὺ κη ρίον τὴν ἀψευδῆ καὶ ἀμώμητον περὶ Θεοῦ γνῶσιν συναγείρειν ἐν ἑαυτῇ. Ἐν ταύτῃ "τῇ ἀγαθῇ πίονί τε νομῇ," κατὰ τὴν τοῦ προφήτου φωνὴν, αἱ τῶν λογικῶν προβάτων ἡκόντων ἀγέλαι· καὶ ὁμοῦ μη τράσιν ἀμνοὶ, τουτέστι, τοῖς τὴν ἕξιν ἁδροτέροις, οἱ νηπιάζοντες ἔτι πρὸς ἔφεσιν ἀρετῆς καὶ πνευματι κῆς εὐρωστίας, τὸν οἰκεῖον ἀποτρέφοντες νοῦν, πει ράσθωσαν ἀναφοιτᾷν "εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ." Φαίην δ' ἂν ὅτι γελᾷ μὲν ὥσπερ ἐν κήποις τὰ κρίνα· ἀνέθαλλον γὰρ ἐν Ἐκκλησίαις, τοῖς εὐοσμοτάτοις τῶν ἀνθέων παραχωροῦντες οὐδὲν, οἱ πιστοὶ λελαμπρυσμένοι, καὶ τὴν Χριστοῦ δόξαν εὐωδιάζοντες. "Ἐνέστηκε δὲ τῆς τομῆς ὁ καιρός." Ὅτι δὲ καὶ λίαν ἀμογητὶ καταθεῷτό τις ἂν ἐν οἷς ἔφην ἀρτίως τὰ Χριστοῦ κατορθώμα τα, δεήσει μὲν εἰς ἀπόδειξιν οὐχ ἑτέρων, οἶμαι, μαρ τύρων· ἀπόχρη δὲ λέγων αὐτὸς πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν· "Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου περιστερά· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν· ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν, καιρὸς τῆς τομῆς ἔφθασεν." Οὐκοῦν "ἐν μηνὶ τῷ πρώτῳ" τελεῖσθαι δεῖν ἔφη τὸ Πάσχα Θεός, Πλὴν ἐν ἔτει δευτέρῳ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραήλ. Καὶ τί δή ποτε μὴ εὐθὺς ἐν ἀρχαῖς τοὺς ἐπὶ ταῖς πανηγύρεσιν ὡρίσαντο νόμους· ἀναγκαία δὲ ὥσπερ ἀνακωχὴ καὶ ἀνάκλησις παρεισκρίνεται, καὶ τοῖς οὕτω σεπτοῖς βραβεύειν τὴν μέλλησιν; Τί τὸ χρῆμα τῆς οἰκονομίας, καὶ ὁ τοῦ νομοθέτου σκοπὸς, ὅπου περ ἂν βλέποι, πῶς οὐκ ἄξιον ἰδεῖν; δʹ. Ἔδει τοίνυν ταῖς τοῦ νόμου προεισβολαῖς παρα 77.756 χωρῆσαι καιροῖς τὸ Χριστοῦ μυστήριον. Ἦν γὰρ ἀναγκαῖον τῆς ἀληθείας τοὺς τύπους προαναφαίνε σθαι, καὶ τῶν ἀγώνων ὁρᾶσθαι πρεσβύτερα τὰ δι' αὐτοὺς γυμνάσματα. Εὐδοκιμεῖ στρατιώτης, εἰ πρὸ τῶν εἰς μάχην ἱδρώτων μελετῴη τὰ τακτικά. Ὁ δὲ τῶν ἐν παλαίστρᾳ τεχνίτης οὐκ ἂν γένοιτο λαμπρὸς, ἀνεπιτήδευτον ἔχων τὸ τληπαθεῖν ἐν αὐτοῖς. Ἢ γὰρ οὐχὶ καὶ ἡμῖν αὐτοῖς τῶν εἰς σοφίαν καὶ σύνεσιν παι δευμάτων ἀρχή τις ὥσπερ καὶ θύρα τῶν στοιχείων ἡ μάθησις; Ἀλλ', οἶμαι, σαφής τέ ἐστι καὶ ἀτρεκὴς ὁ λόγος. Συλλήψεται δὲ καὶ ὁ θεσπέσιος Παῦλος, ὡς ἐν εἴδει παραδειγμάτων· γάλα μὲν τοῖς ἔτι νηπίοις ὅτι μάλιστα πρέπειν εἰπὼν, προσάγεσθαι δὲ δεῖν τοῖς τελειωτέροις τὰ τῶν τροφείων ἁδρότερα. Ἔδει τοί νυν τοῖς ἀρχαιοτέροις, οὔπω πρὸς ἄνδρα τέλειον ἀναβεβηκόσι τοῦ πληρώματος τοῦ Χριστοῦ, νηπιο πρεπῆ δὲ μᾶλλον ἔχουσι γνώμην, τῆς στερεωτέρας τροφῆς προαπονέμειν τὸ γάλα. Ἔδει τῶν τελέων μαθημάτων εἰς νοῦν καὶ καρδίας προεισοικίσασθαι τὰ στοιχεῖα· καὶ τῆς ἐν Χριστῷ νοουμένης ζωῆς προεισκρίνεσθαι τὴν ἐν νόμῳ. Παιδαγωγὸς γὰρ ὁ νόμος δι' αἰνιγμάτων ἡμᾶς εἰς τὴν ἀμείνω καὶ προὔχουσαν ἀνακομίζων σύνεσιν. Ὅτι τοίνυν ἀναγ καία πρὸς ὄνησιν ἡ τῶν εὐαγγελικῶν θεσπισμάτων ἀνάβλησις ἦν, ὑπεμφήνειεν ἂν, καὶ μάλα ἰσχνῶς, τὸ μὴ ἐν πρώτῳ τυχὸν, ἀλλ' ἐν ἔτει τῷ δευτέρῳ θεσμο θετῆσαι Θεὸν τελεῖσθαι τὸ Πάσχα. Συλλήψεται δὲ τῷ λόγῳ κἀκεῖνο, οἶμαί που. Προστέταχε μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τῷ θεσπεσίῳ Μωσῇ τὴν ἀρχαίαν ἐκείνην διατεκτήνασθαί τε καὶ ἀναδεῖξαι σκηνὴν, οὐ καθ' ὃν ἂν βούλοιτο τρόπον αὐτὸς διεσκευασμένην, ἀλλ' ὡς ἂν ἔχειν παρὰ Θεοῦ προστάττοιτο· "Ὅρα γὰρ, φησὶ, ποιήσεις αὐτὴν κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει." Ἐπειδὴ δὲ τὸ θεῖον εὐθὺ διεπεραίνετο θέσπισμα, καὶ ἐν κόσμῳ τῷ τελεωτάτῳ τὸ τεχνουρ γούμενον ἦν, πάλιν ἔφη Θεός· "Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, νουμηνίᾳ τοῦ μηνὸς, στήσεις τὴν σκηνήν." Τούτοις δὲ προσεπάγει τὸ Γράμμα τὸ ἱερόν· "Καὶ ἐγένετο ἐν τῷ μηνὶ τῷ πρώτῳ, τῷ δευ τέρῳ ἔτει, ἐκπορευομένων αὐτῶν εἰς Αἴγυπτον, νουμηνίᾳ ἐστάθη ἡ σκηνή." Ἀκούεις ὅτι ἐν ἔτει τῷ δευτέρῳ, καὶ ἐν νουμηνίᾳ τοῦ πρώτου μηνὸς δι επήξατο τὴν σκηνήν; Τότε γὰρ, τότε καὶ ἀμνὸς ἐσφάζετο, τὸ ἱερὸν ἀληθῶς καὶ ἄμωμον θύμα κατα σημαίνων ἐφ' ἑαυτῷ, τουτέστι Χριστόν· ὃς εἰς ὀσμὴν εὐωδίας προσκεκόμικεν ἑαυτὸν τῷ Θεῷ καὶ Πατρὶ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.