Logos 17 rem early
Rem early: Logos 17; festal historia and call to virtue.
Greek
" Ἀκούεις ὅπως τοῖς τῆς θεότητος ὀφθαλμοῖς ὅποι ποτὲ ἄρα καταλύειν ἄξιον, εὖ μάλα διερευνώμενος, ἀνώγαιον ἔφη κατα δειχθήσεσθαι τοῖς ἁγίοις ἀποστόλοις μέγα τε καὶ ἐστρωμένον, καὶ ποδηγὸν εἰς τοῦτο ποιεῖσθαι προσ τέταχε τὸν τῷ κεραμίῳ κατηχθισμένον, εἰσκομί ζοντά τε τὸ ὕδωρ τῷ τῆς ἑστίας δεσπότῃ; Ἴθι δὴ γοῦν ὡς δι' ἰσχνῶν ἐννοιῶν ἐπὶ τὰ ἔτι μείζω καὶ νοητά. Καὶ εἴπερ τῳ σκοπὸς αὐτὸν ἔχειν εἰς νοῦν ἐνοικισθέντα, καὶ ἐνηυλισμένον, καὶ συνεορτάζοντα τὸν Χριστὸν, καταπλουτοῦντι τῷ τέως τὴν δι' ὕδατος κάθαρσιν, ἀπονιζέτω τὴν ἁμαρτίαν τῆς ἑαυτοῦ ψυχῆς, καὶ τῶν ἀρχαίων αἰνιγμάτων ἀποτριβέσθω τοὺς μο λυσμούς. Οὕτω γάρ που Θεὸς, καὶ διὰ φωνῆς Ἡσαΐου φησί· "Λούσασθε καὶ καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλ μῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσατε ἀδικού μενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ." Χρῆναι γὰρ ἔγωγέ φημι προεκθλίβεσθαι μὲν ὥσπερ τῶν ἡμετέρων διανοιῶν τὸν ἐκ φαυλότητος ῥύπον· εἰσοι κίζεσθαι δὲ οὕτω λοιπὸν τὴν εὐκλεᾶ καὶ ἀξιόληπτον ἀρετὴν, ἧς ἂν γένοιτο τὸ ἰσοστατοῦν οὐδὲν παρά γε τοῖς ἀρτίοις τὴν φρένα, καὶ ἀποκρίνειν εἰδόσι τοῦ πεφυκότος ἀδικεῖν τὸ μὴ οὕτως ἔχον. Ὥσπερ γὰρ, οἶμαι, πάντη τε καὶ πάντως, ἀσυνύπαρκτα μὲν ἀλ λήλοις ἐν ἐνὶ κατὰ ταυτὸν τὰ τῇ φύσει μαχόμενα· "Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;" κατὰ τὸ γεγραμμένον, εἰ δὲ ἀναιροῖτο τὸ ἕν, θατέρῳ δὴ πάν τως ἀνήσει τὴν εἰσδρομήν· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον, φαυλότης τε καὶ ἀρετὴ, μαχομένην ἔχουσαι τὴν ἐν ἔργοις ποιότητα, πλείστῃ τε ὅσῃ διαφορᾷ δι εσχινισμέναι, πῶς ἂν εἰς ἕνα χωρήσειαν νοῦν; εἶτα 77.773 τὸν εἰσδεδεγμένον, οὐκ ἀκαλλῆ τε καὶ ἀλλοπρόσαλλον ἀποφήνειαν ἂν, καὶ οἷον ἀμφοῖν ἐπισκάζοντα τοῖς ποσίν; Ἀλλ' ὅ γε προφήτης Ἠλίας τοῖς οὕτως ζῇν εἰωθόσιν ἐπιτιμᾷ, λέγων· "Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις;" Ἐξείργει δὲ καὶ ὁ νόμος τῶν τοιούτων ἠθῶν τε ἡμᾶς καὶ τρόπων, τὸ ἀσυμφυὲς καὶ ἀσύμβατον παραιτεῖσθαι προστάττων αἰνιγματωδῶς. Ἔφη γὰρ οὕτως· "Οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπιτοαυτό." Καὶ πάλιν· "Οὐκ ἐνδύσῃ ἔρια καὶ λίνον ἐν τῷ αὐτῷ." Ἄθρει γὰρ ὅπως ἡμᾶς πανταχῆ τὸ οἱονεί πως ἀσυμμιγὲς, καὶ οὐκ ἐν κόσμῳ συνεζευγμένον, ὡς ἀκαλλὲς καὶ ἀνό σιον δεῖν ἔφη μισεῖν, καὶ τῶν ἀνομοίων τὴν συνδρο μὴν οὐκ οἶδε τιμᾷν. ∆εῖ δὴ οὖν ἄρα τοὺς ἄριστά γε βιοῦν ᾑρημένους, προαποτρίβεσθαι μὲν, ὡς ἔφην, τοὺς ἐκ φαυλότητος ῥύπους, ἀπαλλάττεσθαι δὲ μο λυσμῶν. Οὕτως ἔχοντι καὶ λελαμπρυσμένῳ πρέποι ἂν ἤδη καὶ τὸ ὑψοῦ δωμάτιον ἔχειν, καὶ ὥσπερ ἐν ὑπερῴῳ τοῖς ἐξ ἀρετῶν αὐχήμασι συνεορτάζειν τε καὶ συναυλίζεσθαι τῷ Χριστῷ, "ὃς δι' ἡμᾶς ἐπτώ χευσε πλούσιος ὢν, ἵν' ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλου τήσωμεν." Αὐτὸ γὰρ ὑπάρχων τὸ εἶδος, ὁ χαρακτὴρ τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱὸς τὸ ἀπαύγασμα τῆς δό ξης, καὶ ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένος, καὶ τῇ κατὰ πᾶν ὁτιοῦν ἰσότητι διαπρέπων, συνυφεστηκώς τε καὶ συναΐδιος ἰσοσθενὴς καὶ ἰσουργὸς, ἰσοκλεὴς καὶ ὁμόθρονος, "οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ," κατὰ τὸ γεγραμμένον. Καθίκετο γὰρ ἐν τοῖς καθ' ἡμᾶς, καὶ ὑπέστη κένωσιν ἐθελούσιον· καὶ, ᾗ φησιν ὁ σοφὸς Ἰωάννης, "σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν," καὶ ὁ πρὸ παντὸς αἰῶνος καὶ χρόνου τὴν ἐκ Θεοῦ τοῦ καὶ Πατρὸς ἀπότεξιν ἔχων, τὴν ἐπέκεινα νοῦ καὶ λόγου παντὸς, ἐπειδὴ γέγονε σὰρξ, καὶ ἀνθρωπίνην ἀνέτλη γέννησιν οἰκονομικῶς, καὶ ὁ χρόνου παντὸς ποιητὴς καὶ τεχνίτης, ὡς εἰς ἀρχὰς τοῦ εἶναι παρενηνεγμένος, ὅτε γέγονε καθ' ἡμᾶς, ἤκουσε τοῦ Πατρὸς λέγοντος· "Ἐγὼ σήμερον γεγέννηκά σε." Ἆρ' οὖν διὰ τοῦτο νομιοῦμεν αὐτὸν τὴν τοῦ προϋπάρχειν τῶν ὅλων ἀπεμπολῆσαι δόξαν; Οὐδαμῶς. Περινοήσωμεν δὲ μᾶλλον ἐκεῖνο σοφῶς, ὅτι καὶ ἐν σαρκὶ γεγονότα τὸν ἴδιον Υἱὸν, οὐκ ἔξω τίθησιν ὁ Πατὴρ τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀξιωμά των· ὁμολογεῖ δὲ πάλιν αὐτὸν, κἂν καὶ ἐν τῷ καθ' ἡμᾶς ὁρῷτο σχήματι. Οὐ γὰρ διὰ τοῦτο γέγονεν ἄν θρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα τοῦ εἶναι Θεὸς ἀπολισθήσειεν· ἀλλ' ἵνα δὴ μᾶλλον, καὶ ἐν προσ λήψει σαρκὸς τῆς ἰδίας ὑπεροχῆς, ἀνασώζοι τὴν δόξαν. Οὕτω γὰρ ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πεπλουτή καμεν, ἀνακομισθείσης ἐν αὐτῷ τῆς ἀνθρωπείας φύ σεως εἰς ἀξίωμα τὸ θεοπρεπὲς, καὶ θάκοις ἐνιδρυ μένης τοῖς ἁπάντων ἐπέκεινα. Καίτοι γὰρ ἀεὶ συν εδρεύων ὡς Λόγος τῷ ἰδίῳ Πατρὶ, καὶ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν ὑπάρχων, πάλιν ἤκουε καὶ μετὰ σαρκὸς, λέγοντος· "Κάθου ἐκ δεξιῶν μου, 77.776 ἔως ἂν θῶ τοῦς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου." Οὕτω καὶ προσκυνεῖσθαί φαμεν αὐτὸν πρός τε ἡμῶν αὐτῶν, καὶ τῶν ἁγίων ἀγγέλων, οὐκ εἰς ἀν θρωπότητα ψιλὴν ἀσυνέτως καταβιβάζοντες, ἑπόμε νοι δὲ τῇ θείᾳ Γραφῇ, καὶ φύσει τῇ καθ' ἡμᾶς τὸν ἐκ Θεοῦ φύντα Λόγον συνδοῦντες εἰς ἕνωσιν, καὶ εἰς ἕν τι τὸ ἐξ ἀμφοῖν ἀναπλέκοντες, ἵνα μὴ ὡς ἄνθρω πος ἀπλῶς θεοφορήσας νοοῖτο, Θεὸς δὲ μᾶλλον ἐνην θρωπικὼς, καὶ καθ' ἕνωσιν οἰκονομικὴν, τὴν πρός γέ φημι τὴν ἰδίαν σάρκα, καὶ τὴν ἐκ τῆς ἁγίας Παρ θένου γέννησιν ὑποδύς. Νοηθείη γὰρ ἂν ὧδέ τε καὶ οὐχ ἑτέρως Χριστὸς εἷς, καὶ Κύριος εἷς, οὐκ εἰς ἄν θρωπον ἀνὰ μέρος καὶ Θεὸν ἐπιτεμνόμενος μετὰ τὴν ἄῤῥητον συμπλοκὴν, ἀλλ' εἰ καὶ νοοῖτο τῶν εἰς ἑνό τητα συνδεδραμηκότων ἡ φύσις διάφορος, εἰς Υἱὸν ἕνα παραδεχθεὶς καὶ νοούμενος. Ὥσπερ γὰρ ταῖς τῶν λίθων πολυτελεστάταις αὐγαί τινες ἐναστρά πτουσι, τὰ βάθη καταλευκαίνουσαι, καὶ εἰ βούλοιτό τις ἀποδιελεῖν τῷ λόγῳ τὴν σύγκρισιν, ἔτερος μέν τοι καταθρήσειεν αὐτὴν καθ' ἑαυτὴν τὴν λίθον, ἔτερον δὲ αὖ τὸ ἐν αὐτῇ νηχόμενον φῶς, πλὴν ἓν ἐξ ἀμφοῖν νοεῖται τὸ ὑποκείμενον, καταφθερεῖ δὲ πάντως ἡ τομὴ τὸν ἐπ' αὐτῇ λόγον, διιστᾶσα πρὸς τὸ ἀκαλλὲς τὰ πρὸς ἕνωσιν συνηνεγμένα· οὕτω φαμὲν καὶ ἐπὶ Χριστοῦ. Συνδεδραμήκασι γὰρ ἀποῤῥήτως, καὶ ὡς οὐκ ἂν ἔχοι τις ἢ νοεῖν ἢ φράσαι, πρὸς ἕν τι λοιπὸν τὸ νοού μενον, θεότης τε ὁμοῦ καὶ ἀνθρωπότης· ἵν' ἐν ταὐτῷ νοοῖτο καὶ ἄνθρωπος καθ' ἡμᾶς, καὶ Θεὸς ὑπὲρ ἡμᾶς· οὕτω τε μονογενὴς καὶ πρωτότοκος. Καὶ γοῦν ἐξ εδόθη μὲν λαγόνων τῶν παρθενικῶν, καὶ ἦν ἔτι βρέφος, ἐφρόνει δὲ τὰ Θεοῦ. Καὶ μαρτυρήσει λέγων ὁ μακάριος Ἡσαΐας περὶ αὐτοῦ· "∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐξελέσθαι τὸ ἀγαθόν." Ὄσον μὲν γὰρ ἧκεν εἴς γε τὸν τῆς ἀνθρωπότητος λόγον, οὔπω καιρὸς ἐδίδου τῷ βρέφει τὸ διακρίνειν δύνασθαι τῶν πραγμάτων τὰς φύσεις. Ἀλλ' ἦν, ὡς ἔφην, καὶ ἐν ἀνθρωπότητι Θεὸς, ἐφιεὶς μὲν φύσει τῇ καθ' ἡμᾶς τὸ διὰ τῶν ἰδίων ἔρχεσθαι νόμων· ἀνασώζων δὲ μετὰ τούτου τῆς θεότητος τὸ εἰλικρινές. Νοηθείη γὰρ ἂν ὧδέ τε καὶ οὐχ ἑτέρως, καὶ φύσει Θεὸς τὸ τεχθὲν, καὶ ἡ τεκοῦσα Παρθένος μήτηρ ἂν λέγοιτο γενέσθαι λοιπὸν, οὐ σαρκὸς καὶ αἵματος ἁπλῶς, καθάπερ ἀμέλει καὶ ἐφ' ἡμῶν αἱ καθ' ἡμᾶς μητέρες, Κυρίου δὲ μᾶλλον καὶ Θεοῦ τὴν καθ' ἡμᾶς ὁμοίωσιν ὑποδεδυκότος. Ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος· "Ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς, γενό μενον ὑπὸ νόμον." Οὐ γάρ πώ φαμεν ἐν ἀνθρώπῳ γεννηθέντι διὰ γυναικὸς, τὸν τοῦ Θεοῦ καθήκεσθαι Λόγον, καθάπερ ἀμέλει καὶ ἐν προφήταις ἦν, ψήφῳ δὲ μᾶλλον ὀρθῇ στεφανώσωμεν τὴν Ἰωάννου φωνὴν, σοφῶς τε καὶ ἀτρεκῶς εἰρηκότος· "Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν." Γεγενῆσθαι δὲ σάρκα τὸν Λόγον ὑποληψόμεθα, σαρκός τε καὶ αἵματος κεκοινωνηκότα· καὶ τοῦτο παραπλησίως 77.777 τοῖς οὖσιν ἐν αἵματι, καὶ σαρκὶ, τουτέστιν ἡμῖν. Καὶ εἰ γέγονε καθ' ἡμᾶς, πῶς ἦν ἀκόλουθον τὴν ἀνθρω πίνην αὐτὸν ἀτιμάσαι γέννησιν; Ἐσκήνωσε γὰρ ἐν ἡμῖν σαρκὶ καὶ αἵματι θεοπρεπῶς τε καὶ ἀῤῥήτως, τὴν ἰδίαν φύσιν οἱονεί πως ἀνακιρνάς. Αὕτη γὰρ ἡ τοῦ Λόγου θεότης, εἰ δὴ νοοῖτο μόνη καὶ καθ' ἑαυ τὴν, ἀποχρῶσαν ἔχει τὴν ἐκ Θεοῦ Πατρὸς γέννησιν· Καθικομένη γε μὴν οἰκονομικῶς εἰς ἕνωσιν τὴν ὡς πρὸς ἡμᾶς, καὶ ἀναπλεχθεῖσα σαρκὶ, ἤγουν τῇ καθ' ἡμᾶς φύσει, τελείως ἐχούσῃ κατὰ τὸν ἴδιον λό γον, τότε δὴ, τότε δίχα μώμου παντὸς, καὶ ἀδικου μένη παντελῶς οὐδὲ[ν] εἴς γε τὸ εἶναι τοῦθ' ὅπερ ἐστὶ, καὶ τὴν καθ' ἡμᾶς γέννησιν παραδέξεται· οὐχ ὡς εἰς ἀρχὰς τοῦ εἶναι καλουμένη ποθὲν (ἦν γὰρ ἀ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.