Festal Letters (Paschal Homilies) · §logos18-rem-close

Logos 18 rem close

Rem CLOSEOUT: Logos 18 CLOSEOUT.

Greek

αὐτὸ κατα δεικνὺς τοῖς ἀρχαιοτέροις, ὁ θεσπέσιος Σαμουὴλ, ὅτε τὰς ὑπέρ γε τοῦ Ἰσραὴλ ἐποιεῖτο λιτὰς, οὐ μόνον αὐτοῖς ὡς ἐν σκιᾷ καὶ αἰνίγματι τὸν τῆς ἐνανθρω πήσεως τύπον ἐπλήρου διὰ τοῦ τὸ ὕδωρ ἐπιχέαι τῇ γῇ, ἀλλὰ γὰρ εὐθὺς προσετίθει τὸ λεῖπον, τουτέστι, τὴν ὑπὲρ παντὸς τοῦ κόσμου σφαγήν. "Ἔλαβε γὰρ, φησὶ, Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ Κυρίῳ. Καὶ ἐβόησε Σαμουὴλ πρὸς Κύριον περὶ Ἰσραὴλ, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος." Ἀκούεις ὅπως κατέθυσε τὸν ἀμνὸν, εἰς εἰκόνα καὶ τύπον τοῦ ἀληθινοῦ Θεοῦ; ὃν καὶ ὁ μακάριος Ἰωάννης μονονουχὶ καὶ χεῖρα προτείνων κατεδείκνυε λέγων· "Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου." Χριστὸς γάρ ἐστι τὸ ἄμωμον ἱερεῖον, οὗ τῷ τιμίῳ αἵματι σεσώσμεθά τε καὶ ἡγιάσμεθα. Οὕτως ἡμῖν τὸ ἐπ' αὐτῷ μυστήριον καὶ διὰ τοῦ πανσόφου Μωσέως προανατυποῦσθαι προστέταχεν ὁ Θεὸς καὶ Πατήρ. Ἐδούλευε μὲν γὰρ Αἰγυπτίοις ὁ Ἰσραήλ. Οἱ δὲ ἦσαν ἀμείλικτοι, καὶ πολὺ νοσοῦντες τὸ ἀπηνές· εἶτα κατωδύνων αὐτῶν τὴν ζωὴν, καθὰ γέγραπται, πηλῷ καὶ πλινθείᾳ, καὶ ταῖς ἐκ πόνων αἰκίαις κατα φορτίζοντες. Ἐπειδὴ δὲ πεπραχότας αὐτοὺς ἀθλίως κατηλέει Θεός· εἶτα τῆς τῶν κρατούντων πλεονεξίας ἀπαλλάττειν ἤθελε, προστέταχε τῷ πανσόφῳ Μωσῇ προσλαλεῖν αὐτοῖς, ὅτι τε κατηλέηνται, καὶ ὅσον οὐ δέ πω βαδιοῦνται πρὸς τὴν τοῖς πατράσιν ἐπηγγελμέ νην γῆν, τὸ τῆς ἀφορήτου δουλείας ἄχθος ἀποσεισά μενοι. Ἐπειδὴ δὲ ἦν εἰκὸς, τῆς εἰς τὰ ἀμείνω λοιπὸν ἐλπίδος ὠλισθηκότας, τὸν τοῦ Μωσέως αὐτοὺς μὴ προσηκοῦσθαι λόγον· θαυματουργεῖν ὁ τῶν ὅλων ἐκέλευε Θεός. Ἕλκον γὰρ ἀεί πώς ἐστι τὸ θαῦμα πρὸς πίστιν, καὶ οὐκ ἀνικάνως ἔχον ἀνενεγκεῖν εἰς ἐλπίδα τὴν ἐπ' ἀγαθοῖς καὶ νοῦν τὸν σφόδρα κατεῤ ῥιμμένον εἰς ἀκηδείας. ∆ύο δὲ προσεπιτάξας ἐπιδεῖξαι σημεῖα, προσετίθει, λέγων· "Ἐὰν δὲ μὴ πιστεύσωσί σοι, μηδὲ εἰσακούσωσι τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσί σοι τῆς φωνῆς τοῦ σημείου τοῦ δευτέρου· καὶ ἔσται ἐὰν μὴ πι στεύσωσί σοι τοῖς δυσὶ σημείοις τούτοις, μηδὲ εἰσ ακούσωσι τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν· καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ." εʹ. Πηγῇ μὲν γὰρ ἥ τε τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ τοῦ Υἱοῦ παρεικάζεται φύσις, ποταμὸς δὲ καὶ ὕδωρ, ποτὲ μὲν ὁ Πατὴρ, ποτὲ δ' αὖ καὶ ὁ Υἱὸς, ἤτοι τὸ ἅγιον Πνεῦμα. ∆ιὰ μὲν γὰρ τῆς Ἱερεμίου φωνῆς ὁ Θεὸς καὶ Πατὴρ περὶ ἑαυτοῦ φησι· "Ἐξέστη 77.817 ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλέον σφόδρα, λέγει Κύριος, ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δύνανται ὕδωρ συνέχειν." Αὐτός γε μὴν ὁ Υἱὸς περὶ ἑαυτοῦ φησι διὰ φωνῆς προφητῶν· "Ἰδοὺ ἐγὼ ἐκκλινῶ ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν." Περὶ ἑαυτοῦ δὲ πάλιν ὁ θεσπέσιος ∆αβὶδ, λύραν ἡμῖν ἀνακρούων τὴν πνευ ματικὴν, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα φησίν· "Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χει μάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς." Αὐτός γε μὴν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ ἐκ Πατρὸς δι' αὐτοῦ προχεόμενον Πνεῦμα ζωοποιὸν ὠνόμαζεν ὕδωρ, πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα τὰς διαλέξεις ποιούμενος. Ἔφη γάρ· "Εἰ εἴδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, ∆ός μοι πιεῖν, οὐκ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδω κεν ἄν σοι ὕδωρ ζῶν·" καὶ πάλιν· "Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν. Πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα." Οὐκοῦν ὡς ἀπὸ πηγῆς ἤτοι ποταμοῦ τοῦ Θεοῦ καὶ Πατρὸς, ὕδωρ ἐστὶ τὸ ζωοποιοῦν ὁ Υἱός· ζωογονεῖ τὰ πάντα, καὶ "ἐν αὐτῷ ζῶμέν τε καὶ κι νούμεθα, καὶ ἐσμέν." Καὶ τοῦτο πάλιν ἡμῖν ὡς διὰ τύπων ἐμφαίνων, καὶ οἷον ἐκ μικρῶν ἔτι παραδειγ μάτων γνώριμον καθίστη Θεὸς, οὕτω λέγων τῷ παν σόφῳ Μωσεῖ· "Καὶ λήψῃ ὕδωρ ἐκ τοῦ ποταμοῦ, καὶ ἐκχεεῖς αὐτὸ ἐπὶ τὴν γῆν·" ποταμῷ μὲν γὰρ, ὡς ἔφην, παρεικαστέον εὖ μάλα τὴν τοῦ Πατρὸς φύσιν, ὕδατί γε μὴν τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένον Υἱόν. Τοῦτο δὴ τὸ ὕδωρ τὸ ἐκ τοῦ ποταμοῦ μέμικται τῇ γῇ· "Γέγονε γὰρ σὰρξ ὁ Λόγος" καθ' ἕνωσιν οἰκονομικήν. Ὅτι δὲ ἅπαξ γενόμενος ἄνθρωπος, πάντη τε καὶ πάντως ἔμελλεν ὑπὲρ ἡμῶν καὶ τεθνά ναι σαρκικῶς, ὑπέφηνεν εἰπών· "Καὶ ἔσται τὸ ὕδωρ ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ." Σημαίνει δὲ ἡμῖν ἕτερον οὐδὲν ἐν τούτοις τὸ αἷμα, πλὴν ὅτι τὸν θάνατον. Ἕως μὲν γὰρ οὔπω σὰρξ ἦν ὁ Λόγος, οὐ γέγονεν αἷμα· θανάτου γὰρ ἐπέκεινα παντελῶς ἡ ζῶσά τε καὶ ζωοποιός ἐστι φύ σις. Ἐπειδὴ δὲ γέγονε καθ' ἡμᾶς, τότε δὴ, τότε τὸν τῆς ἰδίας σαρκὸς οἰκειοῦται θάνατον, καὶ ὡς αὐτὸς ὑπὲρ ἡμῶν τε τεθνάναι λέγεται, αἵματί τε τῷ ἰδίῳ κατακτήσασθαι τὴν ὑπ' οὐρανὸν, ἰδίαν μὲν οὖσαν ἀεί· καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν ὅλων δημιουργός· ἀποσκιρτήσασαν δὲ διὰ μέσου, διά τοι τὸ λίαν ἀπο νεῦσαι πρὸς ἁμαρτίας, καὶ προσκυνεῖν ἑλέσθαι τῇ κτίσει, καὶ τοῖς τοῦ κόσμου στοιχείοις ἀνάπτειν τὸ σέβας. Τὰ μὲν Ἑλλήνων ἐν τούτοις. Ἰουδαῖοι δὲ τὸ διὰ Μωσέως τεθεσπισμένον ὀλίγα πεφροντικότες, ἐτράποντο πρὸς διδασκαλίας ἐντάλματα ἀνθρώπων, 77.820 καὶ ᾗ φησιν ὁ θεσπέσιος ∆αβίδ· "Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός." Ταύτης ἕνεκα τῆς αἰτίας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἐπεφάνη μετὰ σαρκὸς, "καὶ τοῖς ἀνθρώποις συνανεστράφη," καθὰ γέγραπται, δι εκήρυξέ τε τῷ Ἰσραὴλ, καὶ πρό γε τῶν ἄλλων, τὰ εἰς σωτηρίαν καὶ ζωήν· ἀλλ', ᾗ φησιν ὁ μακάριος Ἰωάννης, "Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον." Προσήκαντο γὰρ οὐδαμῶς τὸν τῶν ὅλων Σωτῆρα, διατετελέκασι δὲ μᾶλλον ἐμπαροι νοῦντες αὐτῷ, καὶ πάντα τρόπον ἀνοσιότητος ἀγρίως ἐπιτηδεύοντες· καθήκοντο δὲ πρὸς τοῦτο μανίας, ὥστε καὶ σταυρῷ προσηλῶσαι τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ νομίσαι δύνασθαι θανάτῳ νικᾷν τὸν θανάτου κρείττονα. Ἀνεβίω γὰρ τριήμερος κενώσας τὸν ᾄδην, καὶ τοῖς κάτω πνεύμασιν ἀνεὶς τοῦ θανάτου τὰς πύλας, ὁδὸς δὲ καὶ θύρα καὶ ἀπαρχὴ γεγονὼς τῇ ἀνθρώπου φύσει πρὸς ἀφθαρσίαν, ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν, καὶ ἔστιν ὁμόθρονος αὐτῷ, καὶ συγκατάρχει τῶν ὅλων· ἥξει δὲ κατὰ καιροὺς, "ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ," καθὰ γέγραπται. Οὐκοῦν ἐπειδήπερ, καθά φησιν ὁ σοφώτατος Παῦλος, "τοὺς πάντας ἡμᾶς δεῖ φανερω θῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον·" νηστεύσωμεν καθαρῶς, πάντα τρόπον ἁμαρτίας παρωθούμενοι, καὶ πᾶν εἶδος ἀκαθαρσίας τῆς ἑαυτῶν διανοίας ἐκπέμποντες· γι νώμεθα δὲ πρὸς τούτοις χρηστοὶ, φιλάλληλοι, φιλ οικτίρμονες, ἐλεοῦντες ὀρφανοὺς, ἐπαμύνοντες χή ραις, τοῖς ἐν ἀῤῥωστίαις συγκαθιστάμενοι, τοῖς ἐν δεσμοῖς συναλγοῦντες, καὶ ἁπαξαπλῶς, πάντα τρό πον ἐπιεικείας ἀποπεραίνειν σπουδάζοντες. Οὕτω γὰρ, οὕτω λαμπρῷ καὶ θεοφιλεῖ διαπρέποντες βίῳ, καθαρῶς ἑορτάσομεν· ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ τρίτης καὶ εἰκάδος τοῦ Μεχὶρ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ ὀγδόης καὶ εἰκάδος τοῦ Φαρμουθὶ μηνός· περι λύοντες μὲν τὰς νηστείας τῇ τρίτῃ τοῦ Φαρμουθὶ μηνὸς, ἑσπέρᾳ βαθείᾳ κατὰ τὸ εὐαγγελικὸν ῥητόν· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ, τῇ τετάρτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, συνάπτοντες ἑξῆς καὶ τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς. Οὕτω γὰρ βασιλείαν οὐρανῶν κληρονομήσομεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ κράτος, εἰς τοὺς αἰῶνας. Ἀμήν.

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.