Festal Letters (Paschal Homilies) · §logos18-rem-early

Logos 18 rem early

Rem early: Logos 18; festal historia and call to virtue.

Greek

ἂν εἰ γένοιτό τις τοῦ νοσεῖν ἀφορμὴ, μετάπεμπτον εὐθὺς ποιεῖσθαι σπουδάζομεν τὸν ἀπαλ λάττειν εἰδότα, καὶ ταῖς τοῦ πάθους ἐπιβουλαῖς ἀντ ανιστάντα σοφῶς τὰ ἀπὸ τῆς τέχνης. Καὶ ταῖς εἰς γαστέρα τρυφαῖς ἐῤῥῶσθαι φράσαντες τὰς τῆς νό σου πηγὰς, οἱονεί πως ἐμφράττομεν, καὶ αὐτοῦ κατόπιν ἐρχόμενοι κόρου, καὶ ταῖς ὀλιγοσιτίαις τὸ λυποῦν ἀνακόπτοντες. Καὶ ὧδε μὲν ἡμῖν ἐσπούδασται τὰ περὶ τὴν σάρκα. Εἰ δὲ δὴ τὸ ἀσυγκρίτως ἄμεινον ὁρῷτο νοσοῦν, τουτέστι ψυχὴ, εἶτα τῆς ἐπανορθώ σεως ζητοῖτο τρόπος, δρῷτο δὲ οὐχ ἑτέρως, πλὴν ὅτι δι' ἐγκρατείας· πῶς οὐκ ἄσμενοι παραδεξόμεθα τὴν νηστείαν, εἴπερ ἐσμὲν ἐν καλῷ φρενὸς, καὶ τοῦ νοσεῖν ἐν ἀμείνοσι τὸ ἐῤῥῶσθαι πεποιήμεθα; Οὐκοῦν καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καθὰ γέγραπται· μεμνημένοι μὲν Θεοῦ λέγοντος διὰ φωνῆς προφητῶν· "Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι·" ἑνὸς δὲ τῶν ἁγίων μαθητῶν· "Ἀδελφοὶ, παρακαλῶ ὡς παροίκους καὶ παρεπι δήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς." Τεθαύμασται μὲν οὖν, καὶ τοῦ παντὸς ἄξιον εἶναι λελόγισται τὸ ἑλέ 77.805 σθαι παθεῖν καὶ αὐτὸν εἰ τύχοι τὸν θάνατον, ἀμελ[λ]ητὶ κινδυνεύοντας πρός τε παίδων καὶ γυναικῶν. Κἂν εἴ πού τινες τῶν εἰωθότων καταδῃοῦν ἢ χώρας ἢ πό λεις, ἀγροῖς τε διαλυμαίνοιντο, καὶ τὰς τοῦ βίου περικόπτοιεν ἀφορμὰς, οὐ πρὸς εὐκλείας ἔσται τοῖς παθοῦσι τὸ ἠρεμεῖν· ἄμεινον δὲ μᾶλλον τὸ ἀντιφέρε σθαι τοῖς κακοῖς, καὶ τοῦ ζῇν ἀθλίως προτεθεικότας ὁρᾶσθαι τὸ πίπτειν μετ' εὐανδρίας. Ὅτε τοίνυν ταῦτά τε ἡμῖν οὕτως ἔχει, καὶ οὐκ ἂν, οἶμαι, τὶς τοῖς εἰρημένοις διαμωμήσαιτο, πῶς οὐκ ἂν γένοιτο τῶν ἀναγκαίων εἰς ὄνησιν τὸ ὑπεραθλῆσαι ψυχῆς, μονονουχὶ καταδῃούσης αὐτὴν τῆς σαρκὸς, ὑπερ αθλήσομεν δὲ διὰ πόνων, τὸ τῆς σαρκὸς φρόνημα περιτρέποντες, εἰς τὸ ὑποκεῖσθαι δεῖν τῇ θελήσει τοῦ Πνεύματος; Βαδιούμεθα γὰρ οὕτω κατ' εὐθὺ τοῦ πρέποντος τὴν εἰς πᾶν ὁτιοῦν τῶν εὐκλεεστάτων διᾴτ τοντες τρίβον, καὶ τῆς [εἰς] αἰῶνα ζωῆς κατακτώμενοι τὴν ἐλπίδα. Πάροικοι μὲν γὰρ καὶ παρεπίδημοι πάν τες ἐσμὲν ἐν τῷδε τῷ κόσμῳ· καὶ βραχὺς μὲν κο μιδῇ τῆς μετὰ σώματος ζωῆς ὁ χρόνος, μακρὸς δὲ καὶ ἀτελεύτητος ὁ μετὰ τοῦτόν ἐστι. Χρὴ τοίνυν ἡμᾶς τῶν προσκαίρων τῶν νῦν ἀποστήσαντας, καὶ τῶν τῆς σαρκὸς ἡδονῶν τὴν μέθεξιν ὡς ἀκλεᾶ τε καὶ βέβηλον εὖ μάλα παρωθουμένους, διψῇν τὰ ἐσόμενα, καὶ τοῦ παντὸς ἀξιοῦν λόγου τε καὶ θαύματος τὰ τοῖς ἁγίοις ηὐτρεπισμένα παρὰ Θεοῦ. "Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀν θρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα πῶσιν αὐτόν." Τίς οὖν ἄρα ἐστὶν ὁ τρόπος τῆς εὐδο κιμήσεως τῶν ἠγαπηκότων αὐτὸν, φέρε λέγωμεν ὡς ἔνι, πρόκλησιν ὥσπερ τινὰ ταῖς εἰς τὸ ἀγαθὸν ὑμῶν προθυμίαις τὸ χρῆμα ποιούμενοι. βʹ. Οὐκοῦν ὁ θεσπέσιος ∆αβὶδ, καίτοι τοὺς τῆς βασιλείας διέπων θάκους, ἀναριθμήτῳ τε πληθύϊ τῶν ὑπὸ χεῖρα περιχεόμενος, οὐκ ἀσύνηθες ἐχόντων τὸ εὐδοκιμεῖν ἐν μάχαις, εἰ δήπου τινες τῶν ὁμόρων ἐθνῶν τοῖς Ἰουδαίοις ἐπεσάλευον τοῦ πολέμου τὴν ἔφοδον, ἐν ὅπλοις μὲν εἶναι τὸ μάχιμον γένος διεκε λεύετο, καὶ τὰς τῶν ἀντιπάλων εἰσδέχεσθαι προσ βολὰς, ἐπικουρίαις γε μὴν ταῖς ἄνωθεν ὁμοῦ τοῖς ἄλλοις ἑαυτὸν περιφράττων, ἐκτενεστάτας ἐποιεῖτο τὰς λιτὰς, καὶ τὸν τῶν ∆υνάμεων ἐλιπάρει Κύριον συνασπίσαι τε αὐτῷ, καὶ κατανεῦσαι κρατεῖν, καὶ τῆς τῶν πολεμούντων σκαιότητος ἀποφῆναι κρείττονα. Ἐκβέβηκε δὲ οὐκ ἀπὸ σκοποῦ τὰ τῆς ἐλπίδος αὐτῷ, καὶ δὴ καὶ ἀκούσῃ λέγοντος· "Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκον, καὶ ἐταπείνουν ἐν νηστείαις τὴν ψυχήν μου· καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται." Ἀκούεις ὅτι νενήστευκε καὶ ἠμπέσχετο σάκκον, τουτέστι πεν θοῦντι προσεοικὼς διετέλει, κατηφὴς δηλονότι καὶ δεδακρυμένος· οὐχ ἁβροδίαιτος καὶ φιλόγελως, καὶ κεχυμένος εἰς τρυφὴν, ἀλλὰ τῷ τῆς ἀσιτίας πόνῳ 77.808 κατηχθισμένος. Τίς οὖν ὁ καρπός; ἢ ποία τυχὸν ἐντεῦθεν ἡ ὄνησις; Αὐτοῦ λέγοντος ἀρτίως ἠκούσα μεν· "Ἡ προσευχή μου εἰς τὸν κόλπον μου ἀπο στραφήσεται." Οἱ μὲν γὰρ δῶρα διδόντες τισὶ, καὶ τῆς ἐνούσης αὐτοῖς μεγαλοψυχίας ποιούμενοι τὴν ἐπίδειξιν, εἰς κόλπον ἐντίθενται, μικρὰ τὰ χειρῶν ἀποφαίνοντες πλάτη. Ὁ δέ γε τῶν ὅλων Θεὸς, ὅτε πλουσίοις νεύμασι κατευφραίνει τινὰς, κατὰ τὸν ἴσον τρόπον ἐκείνοις, οἷον εἰς κόλπον δίδωσι τῇ τῶν δω ρεῶν ἀμφιλαφείᾳ τοῦ παρακαλοῦντος λαβεῖν νικῶν τὴν ἐλπίδα. Οὐκοῦν νενήστευκεν ὁ ∆αβὶδ, ὃν δὴ καὶ παντὸς ἀξιοῦν ἐπαίνου, μᾶλλον δὲ ἤδη καὶ θαύματος, ἄριστόν τε καὶ σοφὸν, ὁ τὸν τῆς βασιλείας στέφανον αὐχήσας ἑλεῖν, ὁ τρυφαῖς καὶ πλούτῳ κομῶν, ἐν πέν θει καὶ ἐν ἀσιτίαις ἦν, ἵνα τῆς ἄνωθεν εὐμενείας ἔχοι τὴν μέθεξιν. Ἐκράτει γοῦν τῶν ἐχθρῶν, ἐνίκα μαχόμενος· λαμπρὸς καὶ ἀξιοζήλωτος παρὰ πᾶσιν ὤν. Εἰ δὲ δή τις βούλοιτο πρὸς τοῦτο κἀκείνους ἰδεῖν τοὺς τρεῖς νεανίας, Ἀνανίαν φημὶ, καὶ Ἀζαρίαν, καὶ Μισαὴλ, ὀνησιφόρον εὑρήσει πανταχῆ τὴν ἐγκράτειαν· γεγόνασι μὲν γὰρ Ἰουδαῖοι τὸ γένος. Ἐπειδὴ δὲ εἰλήφασι τὴν Ἱερουσαλὴμ οἱ τὰ Περσῶν ἰθύνοντες κράτη, καὶ ὁμοῦ τοῖς ἄλλοις ἀπεκόμιζον εἰς αἰχμαλωσίαν αὐτοὺς, μοῖρα μὲν ἦσαν, καὶ κλῆ ρος ὥσπερ ἐξαίρετος ταῖς βασιλέως αὐλαῖς. Ἐπειδὴ δὲ τὰ Περσῶν ἀεί ἐστιν ἐν φιλοκομπίαις ἐτρέφετο τῷ παρ' αὐτοῖς βασιλεῖ τῶν αἰχμαλώτων, πᾶν ὅσον ἀπόλεκτον ἦν, ὥρᾳ τε σωμάτων καὶ μέντοι ταῖς ἡλικίαις τῶν ἄλλων διενεγκόν. Καὶ δὴ καὶ κρεῶν αὐτοῖς ἀμφιλαφεστάτη λίαν παρέκειτο μέθεξις, ὡς ἂν εὔσαρκοί τε εἶεν ἀεὶ, καὶ πολὺ ἐπίχαρι τοῖς προσώποις ἐπηνθηκὸς τοῖς ὁρῶσι καταδεικνύντες, ταῖς βασιλέως εὐκλείαις οὐκ ἀσυντελῆ ποιοῖντο τὴν παράστασιν. Τί οὖ ἄρα πρὸς τούτοις ἔδρων τὰ εὐγενῆ μειράκια; περιεφρόνουν τραπέζης Συβαριτι κῆς, καὶ τῆς περιέργου καρυκείας ὀλίγα πεφροντι κότες, ὡς ἁπάσης αὐτοῖς κοσμιότητος μητέρα καὶ τροφὸν ἠσπάζοντο τὴν νηστείαν, καὶ τρυφὴν ἡγοῦντο τοὺς πόνους. Καὶ τί δὴ τὸ ἐντεῦθεν; Ἐθαυμάζοντο παρ' ἐχθροῖς. Ἐκράτουν ἐπιβουλευόμενοι, καὶ ἀμεί νους ἦσαν τῶν παρ' ἐκείνοις λαμπρῶν, εὐμενῆ καὶ ἐπόπτην τὸν τῶν ὅλων ἔχοντες Θεόν. Κατηγωνίζοντο φλόγα, καὶ πυρὸς ἀκμῆς ἐπέκεινα γεγονότες, ταῖς ἄνω δυνάμεσι συνεχόρευον, καὶ παιδευταὶ γεγόνασι τοῖς ὑπ' οὐρανὸν, ὅλην ἀναπείθοντες ὥσπερ τὴν κτίσιν στεφανοῦν τὸν κτίσαντα ταῖς αὐτῷ πρεπούσαις δοξολογίαις. Οὐκοῦν εἴπερ ἕλοιτό τις τῆς τῶν ἁγίων ἐπιεικείας ἀπομιμεῖσθαι τὸ κάλλος, τῶν ἴσων που πάντως τεύξεται γερῶν. Περιέσται μὲν γὰρ ἀμοχθεὶ τῶν ἀνθεστηκότων, καὶ τῆς τῶν ἐχθρῶν σκαιότητος κρατήσει ῥᾳδίως, κἂν εἰ πυρὸς δίκην, καὶ οἷά τινες φλόγες ἐμπίπτωσιν εἰς νοῦν αἱ πρὸς τὰ αἰσχίω κα λοῦσαι τῶν ἡδονῶν, κατευμεγεθήσει καὶ αὐτῶν, ἐνισχύοντος Θεοῦ. Ἄγγελος μὲν γὰρ τοῖς ἀμφὶ τὸν Ἀνανίαν συνεισβεβληκὼς εἰς τὴν κάμινον τοῦ πυρὸς 77.809 καθημέρου τὴν φλόγα, καὶ τῶν ἀνθρωπίνων σωμά των ἡττᾶσθαι τὸ πῦρ παραδόξως ἀνέπειθεν. Ἡμῖν δὲ εἰς νοῦν καὶ καρδίαν γεγονὼς ὁ Χριστὸς διὰ τοῦ ἁγίου Πνεύματος, κατευνάσει πάντως τῶν ἀτόπων ἐπιθυμιῶν τὴν ἀτίθασσον φλόγα, καὶ τῆς τῶν δαιμο νίων ἐπιβουλῆς ἀποφήνας κρείττονας, οὐρανοῦ πολί τας ἐργάσεται, καὶ ἁπάσης ἡμῖν ἀρετῆς κατευρύνει τρίβον. Ὅτι γὰρ νηστείας ὀψώνιον, καὶ ἀγαθῶν ἱδρώτων καρπὸν εὑρήσομεν τὸ εὐοδοῦσθαι παρὰ Θεοῦ, σαφηνιεῖ πάντα τὸ Γράμμα τὸ ἱερόν. Γέγραπται γὰρ οὕτως ἐν τῷ Ἔσδρᾳ· "Καὶ ἠρξάμην ἐκεῖ νη στείαν τοῖς νεανίσκοις ἔναντι Κυρίου τοῦ Θεοῦ ἡμῶν, ζητῆσαι παρ' αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς σὺν ἡμῖν τέκνοις ἡμῶν, καὶ κτήνεσιν. Ἐνετράπην γὰρ αἰτῆσαι τὸν βασιλέα πεζούς τε καὶ ἱππέας, καὶ προ πομπὴν, ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντιου μένους ἡμῖν. Εἴπομεν γὰρ τῷ βασιλεῖ, ὅτι ἰσχὺς Κυρίου μεθ' ἡμῶν ἔσται, μετὰ τ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.