Logos 27 rem early
Rem early: Logos 27; festal historia and call to virtue.
Greek
ἐν πάσῃ ἀνα στροφῇ γενήθητε. Γέγραπται γὰρ, ὅτι "Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος." Ὥσπερ γὰρ τοῖς τῶν ἐπιγείων κρατοῦσι πραγμάτων, γνωριμώτατοι μὲν καὶ ἐν τοῖς ἄγαν ἐπιτηδείοις, οἵπερ ἂν εἶεν εὐτολμότατοί τε καὶ ἐμπειροπόλεμοι, καὶ τῶν ὅτι μάλιστα τοῖς τα κτικοῖς ἐνευδοκιμεῖν εἰωθότες· οὕτω καὶ τῷ πανάγνῳ Θεῷ φίλοι τε κεκλήσονται, καὶ ἐγγὺς ἂν εἶεν κατὰ διάθεσιν, οὐχ οἱ ταῖς τῆς σαρκὸς ἀκαθαρσίαις ἐνει λημμένοι, καὶ τοῖς τοῦ παρόντος βίου περισπασμοῖς προσκείμενοι μᾶλλον, ἀλλ' οἱ τῇ τῶν ἀρετῶν φαιδρό τητι διαπρέποντες. Εἶτα τί ἂν γένοιτο παρά γε τοῖς εὖ φρονεῖν εἰωθόσι τοῦ τῇδε ἔχειν τὸ ἄμεινον; Κἂν πλοῦτον εἴπῃ τις τὸν ἐπὶ γῆς, ἀλλ' ἔστιν οὐκ ἀσφα λὴς, βέβηκε δὲ κατ' οὐδένα τρόπον, καὶ οἷον ὀλι σθηρὰν ᾄττει τρίβον. Κατασείεται γὰρ ἔσθ' ὅτε, καὶ τὸν χθὲς καὶ τρίτην ἀξιοζήλωτον, ταῖς ἁπασῶν ἐσχά ταις ἁλόντα ταλαιπωρίαις καταθρήσαι τις ἄν. Πλὴν ἔστω καὶ βέβαιος, εἰ δοκεῖ. Εἶτα τί τὸ ἐντεῦθεν τοῖς ἔχουσι τό γε ἧκον εἰς σωτηρίαν ψυχῆς κέρδος; Οὐ μέθαι καὶ πότοι τὰ ἐξ αὐτοῦ, καὶ τραπέζης περιειρ γασμένης ἄσωτοι φιλοτιμίαι, καὶ αὐτῇ πολλάκις ἐπιβουλεύουσαι τῇ τῶν ἡδυφαγούντων γαστρί; Ἀλλ' ἴσως ἐρεῖ τις· Ἐπιτιμήσεις οὖν ἄρα ταῖς εὐειματίαις, καὶ ταῖς τῷ πλουτεῖς ἀκολουθούσαις τιμαῖς; κἂν εἰ κέοιτό τισιν ἐν θησαυροῖς πλεῖστά τε ὅσα καὶ 77.933 ἀξιόκτητα, καὶ τῶν εἰς λῆξιν ἐπαίνων οὐκ ἀμοιρεῖν εἰωθότα, καταμωμήσῃ καὶ τοῦτο, καὶ οὐδὲν εἶναι τὸ χρῆμα ἐρεῖς; Πρὸς δὴ ταῦτα φαίην ἂν, ὡς ἀρκέσει βοῶν ὁ θεσπέσιος Ἰωάννης· "Μὴ ἀγαπᾶτε τὸν κό σμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου." Ἄθρει δὴ οὖν ὅπως Πνεύματος ἁγίου μέτοχος ὢν, τὴν τῶν ἐπι γείων ἀπόλαυσιν μέχρι τριῶν συνεμέτρησε πραγμά των, ἄριστα φιλοσοφῶν. Σαρκὸς γὰρ ἐπιθυμίαι, γα στρός εἰσι κόροι, καὶ τὰ τῶν ὀψοφαγιῶν ἡδύσματα, καὶ ἡ τούτοις ἑπομένη νῦν ἀεί πως σύνδρομος ἀκα θαρσία. Ὀφθαλμῶν γε μὴν ἡδοναὶ καὶ τέρψεις, ἡ τῶν ἐσθημάτων παμποίκιλος θέα, εὔχροιά τε καὶ λαμπρότης ὑλῶν, ἃς ὁ πλοῦτος ἀγαπᾷ· ἀλαζονείαν δὲ τοῦ βίου φησὶ τὴν τῶν ἀξιωμάτων ὑπεροχὴν, καὶ τὸ εἰρημένον ὑψοῦ κατά γε τιμὴν καὶ δόξαν. γʹ. Φέρε δὴ οὖν τοῦ βίου τὸ μῆκος διαμετρήσαντες, καὶ εἰς τὸ ἑκάστου πέρας τὸν τῆς διανοίας ὀφθαλμὸν κατατείνοντες, ὅποι ποτὲ διελάσει τοῖς πλουτοῦσι τὸ χρῆμα, κατασκεψώμεθα. Ἔφη τις τῶν ἁγίων, ὅτι "Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ." Γράφει δὲ καὶ ἕτερός τις· "Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον· οὐδὲ ἐξ ενεγκεῖν τι δυνάμεθα." Ὅτε τοίνυν ὁ μὲν τοῦ βίου χρόνος συνεσταλμένος οὕτω καὶ βραχὺς, τὸ δὲ πέρας οὐκ ἔχει τὸ δύνασθαι πλουτεῖν· πῶς οὐκ ἄμεινον ἐναργῶς ἱερῶν ἡμᾶς ἀντέχεσθαι σπουδασμάτων, καὶ ἀναπόβλητον ἔχειν τὸν πλοῦτον, σεσωρευμένον ἐν οὐ ρανοῖς, "ὅπου οὔτε σὴς, οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύσσουσι, καὶ κλέπτουσι," κατὰ τὴν τοῦ Κυρίου φωνήν; Φέρε τι βραχὺ καὶ ἐκ τῶν εὐαγγελικῶν παραγάγωμεν πραγμάτων, οὐκ ἀσυν τελὲς εἰς ὄνησιν τοῖς ἀκροωμένοις. Ἔφη που Χρι στός· "Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ἑαυτῷ, λέγων· Τί ποιήσω; καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω, καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχὴ, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλὰ, φάγε, πίε, εὐφραίνου. Εἶπε δὲ αὐτῷ ὁ Θεός· Ἄφρων, ἐν ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ. Ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;" Ὢ παραδόξου πράγματος! Στενοχωρεῖται πλουτῶν, φορτικωτέραν ἐπὶ πολλοῖς εἰσδέχεται τὴν φροντίδα. "Τί ποιήσω;" φησί· τῷ πλούτῳ προσνέμει τὰς τῇ πτωχείᾳ πρεπούσας φωνάς. Ποῦ σωρεύσω τὰ ἀγαθά μου; Πολυκτήμων ὁ πλούσιος· εὔφραναν αὐτὸν, ἀγροὶ μὲν κομῶντες ἄδην, ἀριθμοῦ δὲ κρείττονες οἱ ἀμῶν τες αὐτοὺς, ἢ τάχα που καὶ εὐστάφυλος ἀμπελὼν, οἴνῳ μεθυούσας τὰς ληνοὺς ἀποφαίνει. Οὐκοῦν, ὦ πλούσιε, πάντα μὲν ἔχεις ἀμφιλαφῶς· λείπει δέ σοι ζωή. Τίνι δὴ οὖν ἃ ἡτοίμασας ἔσται; Βέλτιον δέ σε "ποιεῖν κρῖμα καὶ δικαιοσύνην καλὴν," κατὰ τὴν τοῦ προφήτου φωνὴν, καλὴν δὲ δικαιοσύνην εἶναί φαμεν, τὴν εἰς ἀδελφοὺς εὐσπλαγχνίαν, τὴν ἀγάπην, 77.936 τὴν φιλαλληλίαν, τὸν τῆς ἀτελευτήτου φλογὸς κατα καυχώμενον ἔλεον. Τιμᾷ γὰρ τοὺς φιλοικτίρμονας ὁ τῶν ὅλων Θεὸς, καὶ ἁπάσης αἰδοῦς ἀξιοῖ τὸν τῆς αὐτοῦ γαληνότητος ἐν ἰδίᾳ ψυχῇ φοροῦντα τὸν χαρακτῆρα. "Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν." Ὥσπερ γὰρ φιλόπαις πατὴρ ἐν ἰδίῳ τέκνῳ, καλῶς ἐκλάμπον τῆς αὑτοῦ μορφῆς τὸ εἶδος ὁρῶν, ἐπιγάννυται τῷ γεγεννηκότι, παραθήγεται δὲ ταύτης ἕνεκα τῆς αἰ τίας ἔσθ' ὅτε καὶ πρὸς τὸ ἔτι μειζόνως ἀγαπᾷν· οὕτω καὶ ὁ φιλάρετος ἡμῶν Θεὸς, ὅταν ἴδῃ ψυχὴν τῆς ἐνούσης αὐτῷ ἀγαθότητος λαχοῦσαν τὴν μόρφω σιν, οὐκ ἀκερδὲς αὐτῇ τὸ χρῆμα καθίστησι. Στεφανοῖ γὰρ αὐτὴν ἐλπίδι καὶ χάριτι, καὶ μολυσμοῦ παντὸς ἀποφ
About this text
Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).
English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).
Witnesses
- Copy-text PG 77 — Epistulae paschales (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.