Festal Letters (Paschal Homilies) · §logos28-open

Festal Letters Logos 28 opening

Logos 28.

Paschal Logos 28: festal exhortation; theoria of the passion and resurrection.

Greek

ΛΟΓΟΣ ΚΗʹ. Προθεωρία. Ἠθικὴν ὑφήγησιν ὁ λόγος ἡμῖν εἰσφέρει, καὶ πο λιτείας ποιεῖται μνήμην, ἥπερ ἂν πρέποι τῆς εὐκο σμίας ἐρασταῖς, καὶ οἷς ἂν ἐν λόγῳ κέοιτο τὸ δια βιῶναι λαμπρῶς. Ὁ δὲ τοῦ συγγεγραφότος σκοπὸς οὐκ εἰς τὸ ἐπαινεῖσθαι βλέπει, ἀλλ' εἰς ὄνησιν ὁρᾷ τῶν συνειλεγμένων. αʹ. Οἱ μακάριοι προφῆται, τοὺς ἄνωθεν ἡμῖν καὶ παρὰ Θεοῦ διαπορθμεύοντες λόγους, οὕτω πού φασιν· "Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά!" Ἃ γὰρ ἂν γένοιτο πρὸς καλοῦ τισιν εἰς πέρας ἐκ βαίνοντα, ταῦτα τοῖς οὖσιν ἐν ἐλπίδι τοῦ λαβεῖν ὡς αὐτίκα δὴ μάλα παρέσονται, λέγειν οὐκ ἀτερπές. Ἐνήσει μὲν γὰρ ταῖς εἰς λῆξιν ἡμᾶς εὐθυμίαις παρ όντα τε ἤδη καὶ ὁρώμενα, μέλλοντα δὲ λυπεῖ τοὺς οἵπερ ἂν εἶεν αὐτῶν ἐρασταί. Γνώμης δὲ οὕτως 77.944 ἔχουσιν ὑμῖν, καὶ τὸ ἐν μεθέξει γενέσθαι τῶν πνευ ματικῶν ἀγαθῶν, τῶν ἄλλων ἁπάντων προτεθεικόσι, φέρε τὴν ἁγίαν καὶ πάναγνον ἡμῶν ἑορτὴν ὡς ἀνα λάμπει μετὰ βραχὺ, καὶ κατὰ πόδα δραμεῖται τῶν λό γων, προσαπαγγέλλωμεν. Ἥξει μὲν οὖν, ἥξει, καὶ οὐκ εἰς μακράν· προάγγελος δὲ ὥσπερ τῆς αὐτῇ πρε πούσης σεμνότητος νηστείας ἡμῖν ἀνίσχει καιρὸς, μονονουχὶ διακεκραγὼς καὶ λέγων τὰ δι' ἑνὸς τῶν ἁγίων ἀποστόλων· "Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἕργα αὐτοῦ." ∆εῖ γὰρ ἡμᾶς, ἁπάσης φαυλότητος ῥύπον ἐκ νενιμμένους, καὶ ἀμείνους ὄντας αἰσχρᾶς ἡδονῆς, καὶ ζωῆς τῆς ἐκ νόμων διαβεβλημένης ἀποφοιτήσαν τας, ἁπάσης μὲν ἀρετῆς μεταποιεῖσθαι φιλεῖν, τῇ δὲ τῆς εὐζωΐας φαιδρότητι διαπρέποντας, καθαροὺς ἑαυτοὺς παραστῆσαι τῷ ἐπὶ πάντας Θεῷ. Καὶ γοῦν ἔφη πρὸς ἡμᾶς διὰ τοῦ πανσόφου Μωσέως· "Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἐν τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐν τῇ ἑορτῇ τῶν Ἀζύμων, καὶ ἐν τῇ ἑορτῇ τῶν Ἑβδομάδων, καὶ ἐν τῇ ἑορτῇ τῆς Σκηνοπη γίας." Τὸ μὲν οὖν ἐποπτίας ἀξιοῦσθαι τῆς ἄνωθεν, καταλογίσαιτο ἂν, οἶμαι, τὶς οὐκ ἐν σμικρῷ λόγῳ, μᾶλλον δὲ τοῦ παντὸς ἄξιον εἶναι πιστεύσειεν, εἴπερ ἐστὶν ἐν καλ[λ]ῷ φρενός· τῷ γὰρ ἐφορᾶσθαι παρὰ Θεοῦ, τί ἂν γένοιτο τὸ ἰσοστατοῦν; Ψάλλει γοῦν ὁ θεσπέ σιος ∆αβὶδ, καί φησιν· "Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με." Ἕψεται γὰρ πάντως τὸ ἐλεεῖσθαι δεῖν τοῖς ἐποπτείας ἠξιωμένοις. Ἑκάστης γε μὴν ἑορτῆς πολυπραγμονήσαντες τὰς αἰτίας, θησαυρὸν ἐννοιῶν θησαυρίσωμεν οὐκ ἀσυντελῆ πρὸς ὄνησιν ταῖς ἑαυτῶν ψυχαῖς. Ἡ μὲν γὰρ τῶν Ἀζύμων ἑορτὴ, πρόφασιν ἔχει τῶν ἐξ αἵματος Ἰσραὴλ τὴν λύτρωσιν, ὅτε καὶ ἐν τῷ πρώτῳ καθ' Ἑβραίους μηνὶ τὸν ἀμνὸν ἱερεύ σαντες εἰς τύπον Χριστοῦ, καὶ ἀζύμους ἄρτους ἐσθίοντες ἐπ' αὐτῷ, τῆς σκαιότητος τῶν Αἰγυπτίων ἀπελύσαντο τὸν ζυγὸν, καὶ τῆς ἀσυνήθους θητείας τὸ πικρὸν καὶ δύσοιστον ἄχθος ἀποπεμψάμενοι, τῶν περὶ γῆν καὶ πλινθείαν ἀπηλλάττοντο πόνων, καὶ τυραννικῆς ὠμότητος ἀποτρέχοντες, ἐλευθέρῳ θελή ματι Θεῷ λατρεύειν ἐσπούδαζον. Ἡ δέ γε τῶν Ἑβδομάδων πανήγυρις, ἐπὶ θερισμῷ πυρῶν ἐπράττετο καὶ καρπῶν ἑτέρων, οἷς τὴν ἅλω χαίροντες πιμ πλῶσι γηπόνοι, τὰ ἐξ ἀγρῶν συλλέγοντες, καὶ τῶ ἐπ' ἀρότροις ἱδρώτων λιπαρωτάτην ἔχοντες τὴν ἀντ έκτισιν. Ἡ δέ γε τρίτη, τουτέστιν, ἡ ἐπὶ ταῖς σκη ναῖς, ἤγουν τῆς Σκηνοπηγίας, ἐπὶ συντελείᾳ πόνου παντὸς, καὶ ὡς ἤδη σεσωρευμένης ἐν θησαυροῖς πολυειδοῦς εὐκαρπίας, ἐτελεῖτο μετ' εὐθυμίας. Πάντα γὰρ ὥσπερ ἱδρῶτα διαπεράναντες τῶν τοῖς γηπο νεῖν εἰωθόσιν ἐπηρτημένων, ἐδέχοντο μὲ κάλυν τρα φοινίκων, καὶ ὡραίου ξύλου καρπὸν, καὶ κλά δους ξύλου δασεῖς, καὶ ἄγνου, καὶ ἰτέας· εἶτα δια πλέκοντες τὰς σκηνὰς, ἀνειμένοι τε καὶ ἁβροδίαιτοι, 77.945 ἑπτὰ τὰς πάσας ἡμέρας ἐπ' αὐταῖς ηὐλίζοντο. Ἐν τούτοις μὲν οὖν ἑκάστης ἑορτῆς οἱ λόγοι. Ἐπειδὴ παρῴχηκεν ἡ τοῦ νόμου σκιὰ, καὶ τὰ τυπικῶς τοῖς πάλαι κεχρησμῳδημένα μετακεχώρηκεν εἰς ἀλήθειαν (πάντα γὰρ ἐν Χριστῷ καινά)· φέρε τι πνευματικὸν τοῖς τῆς διανοίας ὄμμασι καταθρήσωμεν, καὶ ἐν τάξει τῇ παναρίστῃ κειμένας τὰς ἑορτὰς ἀποφήνω μεν, ὧν ἀρτίως διεμνημονεύσαμεν. Ἕψεται δὲ πανταχοῦ τοῖς ἐν τύποις γεγονόσιν ὁ λόγος, ἐξ αὐτῶν ὡς ἔνι διαμορφῶν τὴν ἀλήθειαν. βʹ. Ἦν οὖν εἰς τύπον ὁ Φαραὼ τῆς τοῦ διαβόλου σκαιότητος. Ὁ μὲν γὰρ πηλῷ καὶ πλινθείᾳ καὶ τοῖς περὶ ταῦτα πόνοις τοὺς ἐξ αἵματος Ἰσραὴλ κατῃκί ζετο, καὶ ἀφύκτῳ δουλείας ἐγκαταδύσας ζυγῷ, θύειν οὐκ ἠφίει τῷ ἐπὶ πάντας Θεῷ. Ὁ δέ γε τῆς ἁμαρτίας εὑρετὴς, τουτέστιν ὁ Σατανᾶς, ὁ δεινὸς καὶ ὑπέροφρυς καὶ τῆς ἀνωτάτω δόξης κλοπεὺ

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.