Festal Letters (Paschal Homilies) · §logos29-rem-early

Logos 29 rem early

Rem early: Logos 29; festal historia and call to virtue.

Greek

ιόληπτοι μὲν εἶεν ἂν τοῖς ἀνδρίζεσθαι μεμελετη κόσιν, οἱ δι' εὐσέβειαν πόνοι· ὄκνος γε μὴν ὁ ἐπί γε τοῖς ἀρίστοις τῶν ἀνδραγαθημάτων ἀπόπεμπτός τε καὶ στυγητός. Συμβήσεται γὰρ τὸ ἐν ἐνδείᾳ γενέσθαι πάντη τε καὶ πάντως ἀγαθοῦ παντὸς τοῖς ἀφιλεργεῖν εἰωθόσιν. Ἔμμισθον δὲ, καὶ γερῶν τῶν ἄνωθεν ἀμοιρήσειεν ἂν ἥκιστά γε, τὸ τληπαθεῖν ἑλέσθαι δι' ἀρετήν. Ἀληθὲς δὲ ὅτι τὸ χρῆμά ἐστι, καὶ ἐκ τῶν καθ' ἡμᾶς πραγμάτων ἀταλαίπωρον ἰδεῖν. Πῶς γὰρ ὁ γηπόνος ἀμφιλαφῆ συλλέξει καρ πὸν, συνδήσας ἄρα τὰ χεῖρε, καὶ τὸ ἀροῦν ἔτι παρ αιτούμενος, καὶ τὸν ἐπὶ ταῖς σκαπάναις ἱδρῶτα μεθείς; Οὐχ ὅταν οὕτω διατεθῇ, ἀγροὶ μὲν ληΐων ἀπομένουσιν ἔρημοι, γυμνὰ δὲ ὡρίμων τὰ ἐν παρα δείσῳ φυτὰ, ὀρχοὶ δὲ ἀμπέλων ἀργοὶ καὶ ἀστάφυ λοι, καθάπερ ἐν γραφαῖς ἑστήξουσιν, οὐδενὸς ἐν 77.961 όντος αὐτοῖς, πλὴν τοῦ ὁρᾶσθαι μόνου; Οἵ γε μὴν τὸ ἐμπορικὸν ἔχοντες ἐπιτήδευμα, πότε τῶν φιλαιτάτων αὐτοῖς λημμάτων ἔσονται μεστοὶ, δεδιότες ἄρα τὸ διαπλεῖν ἔτι, καὶ κύμασιν ὁμιλεῖν, ἢ παντὸς καὶ πόνου καὶ δείματος τὴν φιλοκερδίαν προτάττοντες; Μεμνήσομαι δὲ κἀκείνων οἷς σπούδασμα προὐργιαί τατον τὸ ἐν παλαίστραις εὐδοκιμεῖν. Ὧν καὶ ὁ θε σπέσιος Παῦλος διαμέμνηται λέγων, ὅτι "Πάντα ἐγκρατεύονται, ἵνα φθαρτὸν στέφανον λάβωσιν." Ὅτε τοίνυν καὶ τῶν καθ' ἡμᾶς πραγμάτων οὐκ ἄν τι πρὸς πέρας εὐκτὸν διελάσαι πώποτε φροντίδος καὶ πόνου δίχα, πῶς ἂν γένοιτο τῶν τῆς ἀρετῆς ὑψω μάτων ἐφικέσθαι τινὰς, μὴ οὐχὶ τὸ χρῆναι τληπα θεῖν ἐκτετιμηκότας, καὶ ἀμάχοις ὥσπερ τοῦ νοῦ ῥοπαῖς εὐθὺ φέρεσθαι παντὸς ἀγαθοῦ προτεθυμημέ νους; Οὕτω τῆς τῶν ἁγίων ζωῆς τὸ νοητόν τε καὶ ἀξιέραστον κάλλος ταῖς ἑαυτῶν ψυχαῖς ἐναποματτό μενοι, καὶ πνευματικῶς ἐγγράφοντες, τὰς πρὸς Θεὸν ἱκετείας ποιησόμεθα, λέγοντες· "Κύριε, ἐν τῷ θε λήματί σου παράσχου τῷ κάλλει μου δύναμιν." Βουλὴ δὲ καὶ θέλημα τὸ παντουργικὸν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱός. Ψάλλει γοῦν ὁ θεσπέσιος ∆αβὶδ πρὸς αὐτὸν, καί φησιν· "Ἐν τῇ βουλῇ σου ὡδήγησάς με." Πεποδηγήμεθα γὰρ ἐν Χριστῷ πρὸς πᾶσαν εἴδησιν ἀρετῆς. Καὶ μή μοι θαυμάσῃς, εἰ βουλὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὠνομάσθαι φαμὲν τὸν Υἱὸν, ὅτε καὶ αὐτὸν εὑρήσομεν τὸ Πατέρα τῇ τοιᾷδε κλήσει τετιμημένον. Ἡ γάρ τοι βουλὴ τὴν σοφίαν δηλοῖ. Γέγραφεν οὖν ὁ προφήτης Ἡσαΐας περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὅτι "Παιδίον ἐγεν νήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος." Ἀπήγγειλε γὰρ ἡμῖν τὰ περὶ τοῦ ἰδίου Γεννήτορος, καὶ παρέδειξεν ἐναρ γῶς τῆς ἀνωτάτω παντὸς οὐσίας τὸ ὑπερκόσμιον κάλλος, ἐν ἰδίᾳ φύσει γράφων αὐτόν. "Καὶ γάρ ἐστι εἰκὼν, ἀπαύγασμά τε καὶ χαρακτὴρ τῆς ὑπο στάσεως αὐτοῦ." Ἔφη γοῦν, ὅτι "Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα." –"Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν." Ἓν δὲ δὴ πάντως, κατά γε, φημὶ, τὴν ταυτότητα τῆς οὐσίας. Πῶς οὖν κεχρημάτικε παιδίον; ἰσοκλεὴς γὰρ ὑπάρχων τῷ φύσαντι, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν θεο πρεπῶν ἀξιωμάτων ἀπαραλλάκτως ἔχων, γέγονεν ἄνθρωπος, καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν, καὶ τὴν καθ' ἡμᾶς ἀπόταξιν ἐκ γυναικὸς ὑπομείνας. Πλὴν ἡμῖν "δεδόσθαι" φησὶν ὁ πνευματοφόρος αὐτόν. Οὐ γάρ τοι δι' ἑαυτὸν "κεκένωκεν ἑαυτὸν," καὶ τὴν καθ' ἡμᾶς ὑπέδυ πτωχείαν, ἀλλ' ἵν' ἡμεῖς τὰ αὐτοῦ πλουτήσωμεν, καὶ τὴν ἀκλεᾶ καὶ βέβηλον ἁμαρτίαν ἀπονιψάμενοι, τὴν διὰ πίστεως κάθαρσιν δι' αὐτοῦ κερδάνωμεν. Ὡς γὰρ αὐτός φησιν ὁ Υἱὸς, "Ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον." Χρῆμα τοιγαροῦν 77.964 σωτήριον ἀληθῶς ἡ πίστις. ∆ικαιοῖ γὰρ τὸν ἀσεβῆ, καὶ παντὸς αἰτιάματος ἐλεύθερον ἀποφήνασα, συν άπτει Χριστῷ, καὶ τῇ τῆς υἱοθεσίας φαιδρότητι στεφανοῖ τὸν ὁλοτρόπως αὐτῷ κολλώμενον, καὶ δι' ἁγιασμοῦ καὶ δικαιοσύνης, καὶ οὔτι που μᾶλλον τῆς κατὰ τὸν νόμον, ἀλλὰ τῆς ἁγίας καὶ εὐαγγελικῆς. Ἔφη γοῦν τοῖς ἁγίοις ἀποστόλοις· "Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασι

About this text

Cyril of Alexandria, Festal Letters / Paschal Homilies (Greek). SERIES on this page: Logoi 1–30 CLOSEOUT (Logos 3 header lacuna noted).

English follows PG 77 Greek (CPG 5240). Pusey / modern English syncs were not used as wording. Festal Letters SERIES CLOSEOUT Logoi 1–30 (Logos 3 lacuna).

Witnesses

  • Copy-text PG 77 — Epistulae paschales (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.