Fragmenta de translatione reliquiarum Cyri et Joannis Fragments opening
Fragments.
Lemma-led open — . . Αʹ. Ἐπίφη βʹ τοῦ Μακαρίου Κυρίλλου προσφώνησις τοῖς Ταβεννησιώταις μοναχοῖς τοῖς ἐν τῷ
Greek
Fragmenta de translatione reliquiarum martyrum Cyri et Joannis ORATIUNCULAE TRES IN TRANSLATIONE RELIQUIARUM SS. MARTYRUM CYRI ET JOANNIS. Αʹ. Ἐπίφη βʹ τοῦ Μακαρίου Κυρίλλου προσφώνησις τοῖς Ταβεννησιώταις μοναχοῖς τοῖς ἐν τῷ Κανώβῳ ἐν τῇ Μετανοίᾳ καλουμένῃ, περὶ τῶν ἁγίων μαρτύρων Κύρου καὶ Ἰωάννου. Ἀνδρεία καὶ ὑπομονὴ, καλὴ καὶ εὐειδεστάτη δυὰς ἀρετῶν, καὶ τοῖς ἁγίοις μάλιστα πρεπωδεστάτη· οἷς ὁ μακάριος προσεφώνει ∆αβὶδ, Ἀνδρίζου, καὶ κρα 77.1101 ταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον· ὁ δὲ τοῦ Σωτῆρος μαθητής· Ὑπομονῆς ἔχετε χρείαν, ἵνα, τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομιεῖσθε τὴν ἐπαγγελίαν. Χρὴ γὰρ ἡμᾶς ὡς ἐν ἀρχῇ γενέσθαι τῶν ἀγαθῶν, καὶ τὸ τέλος ἐπιζητεῖν, ἵνα καὶ βασιλείαν οὐρανῶν κληρονομήσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. Βʹ. Ἐπίφη ζʹ· Τοῦ αὐτοῦ ἐξήγησις πρώτη εἰς τοὺς ἁγίους μάρτυρας Κῦρον καὶ Ἰωάννην τοὺς κειμένους ἐνταῦθα, δι' ὧν σημαίνει ὁ Πατὴρ καὶ τὸ τίμιον αὐτῶν πάθος, καὶ τὴν ἐνταῦθα κατάθεσιν τῶν ἁγίων αὐτῶν λειψάνων. Ἐῤῥήθη δὲ ἡ παροῦσα ἐξήγησις πρώτη ἐν τῇ Μετανοίᾳ, ἤτοι ἐν τῇ τῶν Ἁγίων Ἀποστόλων. Οὐκ ὀκνηροὶ γεγόναμεν περὶ τὸν συνήθη λόγον, ἀλλ' ὡς εἴρηκεν ὁ Σωτὴρ, τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Πιστεύομεν δὲ ὅτι διὰ τὰς ὑμῶν εὐχὰς ἐλέῳ Θεοῦ ῥαΐσει τὸ πάθος. Ὃ δὲ καὶ ἐβουλευσάμεθα καὶ πεπράχαμεν ὑπὲρ τοῦ χρησίμου, πάλιν εἰπεῖν ὑμῖν ἀναγκαῖον συνείδομεν. Ὅτι τὰ μέρη ταῦτα ἔχρῃζεν ἰατρῶν
About this text
Cyril of Alexandria, Fragmenta de translatione reliquiarum Cyri et Joannis (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Fragmenta de translatione reliquiarum Cyri et Joannis — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.