Fragments of the Homily That Christ Is One · §frag-open

Fragmenta homiliae quod unus est Christus Fragments opening

Fragments.

Lemma-led open — ἡμῖν εἷς Θεὸς ὁ πατὴρ, ἐξ οὗ

Greek

Fragmenta homiliae quod unus est Christus Ἐκ τοῦ αὐτοῦ λόγου ὅτι εἷς ὁ Χριστός. Οἱ διαιροῦντες εἰς υἱοὺς δύο τὸν ἕνα Χριστὸν, ὥσπερ εἰς λήθην ἥκουσι τῶν τοῦ μακαρίου Παύλου φωνῶν· γράφει γὰρ ἐναργῶς, ποτὲ μὲν ὅτι "ἡμῖν εἷς Θεὸς ὁ πατὴρ, ἐξ οὗ "τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς Κύριος Ἰησοῦς Χρι"στὸς, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ," καὶ πάλιν "Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα·" εἰ δὲ ἦσαν υἱοὶ δύο κατά τινας, ἔφη ἄν ∆ύο κύριοι, δύο πίστεις, δύο βαπτίσματα· ἕνα δὲ λέγων καὶ μίαν πίστιν καὶ ἓν βάπτισμα, ἐκείνων ἀπαιδευσίαν καταψηφίζεται. εἰ γὰρ δύο κατ' αὐτούς εἰσι, τίνα κύριον εἴπομεν, τίνι τὴν πίστιν ὁμολογοῦμεν, εἰς τὸ τίνος ὄνομα βαπτιζόμεθα; Ἐκ τοῦ αὐτοῦ λόγου. Ἴδωμεν πρῶτον τί φησιν ὁ μακάριος ∆ανιὴλ, καὶ τὴν ὅρασιν αὐτοῦ τὴν φρικωδεστάτην φέρε πολυπραγμονήσωμεν ἀναγκαίως, πρῶτον μὲν τεθεᾶσθαι παλαιὸν ἡμερῶν καθήμενον ἐπὶ θρόνου καὶ χιλιάδας λειτουργούσας αὐτῷ, καὶ μυριάδας περιεστώτας αὐτοῦ τὸν θρόνον· εἶτά φησιν "̓Εθεώρουν ἐν "ὁράματι τῆς νυκτὸς καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ "ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμε"ρῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη καὶ αὐτῷ "ἐδόθη ἡ τιμὴ καὶ ἡ βασιλεία καὶ πᾶσαι φυλαὶ γλῶσσαι "αὐτῷ δουλεύουσιν." ἰδοὺ δὴ σαφῶς ὡς υἱὸς ἀνθρώπου μετὰ τῶν νεφελῶν ἔρχεται καὶ μέχρι τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. καὶ τί τοῦτό ἐστι δοκιμάσωμεν ἀκριβῶς. ἆρα γὰρ τόπῳ περιληπτὸς ὁ τῶν ὅλων Θεὸς οὗ πάντα μεστά; οὐ 456 πιστεύομεν λέγοντι "Τὸν οὐρανὸν καὶ τὴν

About this text

Cyril of Alexandria, Fragmenta homiliae quod unus est Christus (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Fragmenta homiliae quod unus est Christus — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.