Exodus Book 1 rem early
Rem early: Moses and early Exodus events as types of Christ and baptismal passage.
Greek
ρίας ὁ λόγος· Ἡ γὰρ δύναμίς μου, φησὶν, ἐν ἀσθενείᾳ τελειοῦται. ∆εῖν δὲ οἶμαι καὶ τοῖς ἰατρῶν ἐπιστήμοσι καὶ δοκιμωτάτοις, εἰ δή ποι μέλλοιεν ἐφ' οἷς ἂν εἶεν σοφοὶ θαυμάζεσθαί που, προκεῖσθαι τὸν ἄῤῥωστον, περὶ ὃν ἂν γένοιτο καὶ ἡ τῆς ἐνούσης αὐτοῖς εὐτεχνίας ἐπίδειξις. βʹ. Οὐκοῦν, ἤδη λέγωμεν, ὅτι λιμοῦ κατωθοῦντος ποτὲ καὶ ἀφορήτως ἐνσκήπτοντος καὶ ἐγκειμένου τοῖς υἱοῖς Ἰσραὴλ, κατῴχοντο μὲν ἐκ γῆς Χαναὰν εἰς Αἴγυπτον ἐν ἑβδομήκοντά που καὶ πέντε ψυχαῖς, καθὰ γέγραπται. ∆ιέρποντος δὲ τοῦ καιροῦ λοιπὸν, εἰς πληθὺν τὴν ἀριθμοῦ κρείττονα τὸ γένος αὐτοῖς ἐξετείνετο. Γέγραπται γάρ· Οἱ δὲ υἱοὶ Ἰσραὴλ ηὐξήθησαν, καὶ ἐπληθύνθησαν, καὶ χυδαῖοι ἐγένοντο, καὶ κατίσχυον σφόδρα· ἐπλήθυνε δὲ ἡ γῆ αὐτοὺς σφόδρα. Ἐπειδὴ δὲ τῆς Αἰγυπτίων χώρας ὁ καθηγεῖσθαι λαχὼν, τὴν εἰς πληθὺν ἐπίδοσιν τῶν Ἑβραίων οὐκ ἀνύποπτον εἶχεν, ἐπεβούλευσε, καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις. Ὁ δὲ δὴ τοῦ κακοῦσθαι τρόπος ἦν ὁ ἐπὶ σκαπάναις ἱδρὼς, πλινθουργία μακρὰ καὶ ἄμισθος, καὶ μὴν καὶ τὸ ἀναδείμασθαι πόλεις ὀχυρὰς τῷ Φαραὼ, τουτέστι, πεπυργωμένας, ἢ οὕτως εὐρείας καὶ μακρὰς, ὡς κομιδῇ [ἀναλώτους] ταῖς ἄλλαις εἶναι δοκεῖν, διὰ πληθὺν δηλονότι τῶν ἐνῳκηκότων. Πειθὼ δὲ ἦσαν καὶ Ῥαμεσσῆ, καὶ ἄλλαι πόλεις. Περιειστήκει δὲ τῷ τυράννῳ πρὸς τὸ παρ' ἐλπίδας ἡ σκέψις. Ἐν γάρ τοι τῷ ταπεινοῦσθαι, φησὶ, τοὺς κολαζομένους ἐν ὑπεροχαῖς τὸ δεῖγμα ἐν μείζοσιν ἦν, καὶ πλείους ἐγένοντο. διὰ τοῦ κακοῦν εἰωθότος ὠφελεῖν ἐθέλοντος τοῦ Θεοῦ τοὺς ἀνοσίως ἐξυβριζομένους. Ὃ δὴ καὶ συνιεὶς ὁ τύραννος, προσετίθει τοῖς πόνοις ἑτέραν ἐπιβουλήν. Ταῖς γὰρ Ἰουδαίων ἐκέλευε μαίαις, εἰ μαιεύο[ι]ντο γυναῖκας τὰς ἐπ' ὠδῖσιν ἤδη καὶ τόκοις, τὸ ἐν ὑποψίαις 69.389 αὐτῶν καταπνίγειν γένος, τουτέστι, τὸ ἄρσεν, ζωογονεῖν δὲ τὸ θῆλυ. Λόγου γὰρ ἐδόκει μηδενὸς ἀξιοῦν τὸ ἄναλκι καὶ ἀφιλοπόλεμον, καὶ εἰς δειλίας εὔκολον, καὶ νόμῳ φύσεως τεθρυμμένον. Ἀλλ' οὐκ ἔδρων αἱ μαῖαι τὸ δυσσεβὲς, ἤρεσκόν τε διὰ ταῦτα Θεῷ. Τί οὖν ὁ ἀλιτήριος; Ἀπαμφιέννυσι τὴν ὀργὴν, καὶ τοὺς τῆς ἀνοσιότητος τρόπους ἀναισχυντεῖν ἀναπείθει. Συνέταξε γὰρ Φαραὼ παντὶ τῷ λαῷ αὐτοῦ λέγων· Πᾶν ἄρσεν, ὃ ἂν τεχθῇ τοῖς Ἑβραίοις, εἰς τὸν ποταμὸν ῥίψατε, καὶ πᾶν θῆλυ ζωογονεῖτε αὐτό. γʹ· Ἀλλ' ἱστάσθω μὲν ἐν τούτῳ τῆς ἱστορίας ὁ λόγος. Φράζωμεν δὲ ἤδη, τοῖς ἐσωτάτω θεωρήμασιν ἐνιέντες τὸν νοῦν, ὅτι, τῆς ἀνθρώπου διανοίας ἐγκειμένης ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, ἐνδείᾳ τῶν ἄνωθεν ἀγαθῶν, ἅπαν, ὡς ἔπος εἰπεῖν, τὸ ἐπὶ γῆς ἐφθείρετο γένος, καὶ λιμὸς οἷά τις τῶν οὐρανίων ἡμᾶς κατεβόσκετο μαθημάτων, καθάπερ ἀμέλει καταθρήσαιμεν ἂν
About this text
Cyril of Alexandria, Glaphyra on the Pentateuch (Greek). SERIES on this page: Genesis through Deuteronomy CLOSEOUT.
English follows PG 69 Greek (CPG 5201). Lunn FOTC / modern English syncs were not used as wording. Glaphyra SERIES CLOSEOUT Genesis–Deuteronomy.
Witnesses
- Copy-text PG 69 — Glaphyra in Pentateuchum (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.