Homiliarum incertarum fragmenta Preface opening
Preface.
Lemma-led open — ̓Ανοηταίνουσι δὲ καὶ οἱ λέγοντες τὸν Υἱὸν ἑτεροφυᾶ καὶ ἀλλότριον τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ο
Greek
Homiliarum incertarum fragmenta 461 ̓Ανοηταίνουσι δὲ καὶ οἱ λέγοντες τὸν Υἱὸν ἑτεροφυᾶ καὶ ἀλλότριον τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας· ἀμήχανον γὰρ τὸν ἐκ Θεοῦ κατὰ φύσιν, κτιστὸν ειναι καὶ γενητόν· εἰ γὰρ πᾶν ο πέφυκε τίκτειν, ὁμοούσιον ἑαυτῷ γεννᾷ, γεγέννηκε δὲ κατὰ ἀλήθειαν τὸν Υἱὸν ὁ Πατὴρ, πάντως που καὶ ὁμοούσιον ἑαυτῷ γεγέννηκεν. η γὰρ οὐκ ατοπον ἐξ ἀνθρώπου μὲν οὐχ ἑτεροειδὲς τίκτεσθαι ζῷον, καὶ μὴν ἐκ βοός γε καὶ ιππου· τίκτει γὰρ εκαστον τὸ κατὰ φύσιν ομοιον ἑαυτῷ· τὴν δέ γε 462 θείαν καὶ ἀνωτάτω φύσιν, μηδὲ ἐν τούτοις ειναι νομίζειν ἐν οις ἐστιν ἡ κτίσις; οὐκοῦν εἰ κτίσμα τὸ γεννηθὲν, κτιστὸς αρα καὶ ὁ τεκών· ἀλλ' εστιν ἀγένητος ὁ Πατὴρ, οὐ γὰρ γέγονε παρά τινος, ἀγένητος αρα καὶ ὁ Υἱός· καὶ εἰ χαρακτήρ ἐστι τῆς ὑποστάσεως
About this text
Cyril of Alexandria, Homiliarum incertarum fragmenta (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Homiliarum incertarum fragmenta — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.