Homiliarum incertarum fragmenta Section VIII opening
Section VIII.
Lemma-led open — μετέσχε τῶν αὐτῶν,
Greek
VIII. Νοοῖτο δ' αν πρὸς ἡμῶν ὁ παραπλησίως ἡμῖν μετεσχηκὼς αιματος καὶ σαρκὸς, ὡς ετερος ων παρ' ἡμᾶς κατὰ φύσιν· οὐ γάρ τοι φαίη τις αν ἀνθρώπῳ πρέπειν τὸ ἀνθρωπότητος μετασχεῖν· ο γάρ ἐστι κατὰ φύσιν, πῶς αν τις νοοῖτο λαβὼν ὡς ετερον ων τι παρ'οπερ ἐστί; τί δέ ἐστι. Παραπλησίως "μετέσχε τῶν αὐτῶν," η ἐκεῖνό που πάντως, οτι γέγονε καθ' ἡμᾶς ἐν αιματι καὶ σαρκὶ, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, οὐκ αψυχον, καθάπερ εδοξέ τισι τῶν αἱρετικῶν, ἐψυχωμένον δὲ ψυχῇ λογικῇ· καὶ ουτω προῆλθεν ανθρωπος ἐκ γυναικὸς, οὐκ ὀλιγωρήσας τοῦ ειναι Θεὸς, ἀλλὰ καὶ ἐν προσλήψει σαρκὸς, μεμενηκὼς οπερ ην ἀεί; ἐπειδὴ δὲ βαθὺς ὁ λόγος, πρόσεχε διεγηγερμένῳ νοῒ πῶς ἡμεῖς κεκοινωνήκαμεν αιματος καὶ σαρκός· ἑτεροφυὴς μὲν γὰρ ἡ ψυχὴ πρὸς αιμα καὶ σάρκα, ἀλλ' εἰς
About this text
Cyril of Alexandria, Homiliarum incertarum fragmenta (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Homiliarum incertarum fragmenta — new OET from PG 77 Greek.
Witnesses
- Copy-text PG 77 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.