Homilies of Uncertain Attribution · §sx-open

Homiliarum incertarum fragmenta Section X opening

Section X.

Lemma-led open — ̓Αρχιερέα καὶ ἀπόστολον ̓Ιησοῦν·

Greek

X. ̓Αλλὰ γὰρ οἱ χριστομάχοι τὰ ἐκ πανουργίας εὑρήματα πανταχόθεν ἑαυτοῖς συλλέγοντες εἰς ἐπικουρίαν, καὶ αὐτὰς τὰς θείας συκοφαντοῦσι γραφάς· καὶ δὴ φασὶ τὸν μακάριον Παῦλον, ἀπόστολον καὶ ἀρχιερέα καλέσαι τὸν ̓Ιησοῦν· ἀποστολὴ δὲ, φασὶ, καὶ ἱερωσύνη λειτουργίας εἰσὶ τρόποι· καὶ γοῦν ἀπεστάλησαν μὲν οἱ μαθηταὶ, ἱεράτευσε δὲ ̓Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ· καὶ ειπερ ἐν τούτοις ἐστί φασι τὸ τοῦ Υἱοῦ μέτρον, πῶς ὁμοούσιος ειναι δύναται τῷ Θεῷ καὶ Πατρί; ω πολλῆς δυστροπίας· ἀποπροσποιοῦνται τὸ εἰδέναι τὴν ἀλήθειαν, καὶ σκοπὸς αὐτοῖς μηδὲν ὑγιὲς φρονεῖν η λέγειν· ὁμολογοῦντες γὰρ μεθ' ἡμῶν, οτι καίπερ ὑπάρχων ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, κεκένωκεν ἑαυτὸν ἑκὼν, οὐκ ἐπαινοῦσι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, ἀκούοντες δὲ τοῦ ἀποστόλου λέγοντος " ̓Αρχιερέα καὶ ἀπόστολον ̓Ιησοῦν·" οὐκ εἰσδέχονται κατὰ νοῦν οτι467 γεγονὼς καθ' ἡμᾶς ὁ Μονογενὴς,

About this text

Cyril of Alexandria, Homiliarum incertarum fragmenta (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Homiliarum incertarum fragmenta — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.