Homilies of Uncertain Attribution · §sx-rem-mid

Section X rem mid

Rem mid: Section X; lemma continues; spiritual reading with the letter.

Greek

κατὰ τὸν Μωσέως νόμον, τοὺς ἐξ ἀγέλης ἀμνοὺς καταθύοντα τῷ Θεῷ; αρα τρυγόνας προσάγοντα καὶ περιστερὰς καὶ σεμίδαλιν ἐλαιοβραχῆ; καίτοι τῶν τοιούτων οὐδὲν πέπραχεν ὁ ̓Εμμανουήλ· ἱερατεύει γὰρ ὑπὲρ νόμον· αὐτὸς ην τὸ θῦμα, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αὐτὸς ὁ αμωμός τε καὶ ακακος ἀρχιερεὺς, οὐχ ὑπὲρ ἰδίων πλημμελημάτων ἱερουργῶν, κρείσσων γὰρ ην ἁμαρτίας ὡς Θεὸς, ἀλλ' ινα λύσῃ τὴν ἁμαρτίαν τοῦ κόσμου· γέγονε τοίνυν αὐτὸς τῆς ἰδίας προσφορᾶς ἱερουργός· οὐ γὰρ εδει κοινὸν ανθρωπον τὴν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς θυσίαν προσενεγκεῖν. Αλλως δὲ τί φησιν ὁ μακάριος Παῦλος, δοκιμάσωμεν ἀκριβέστερον "Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα "τῆς ὁμολογίας ἡμῶν, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ο "κηρύσσομεν·" τί τοίνυν ἱερουργεῖ ἑαυτῷ καὶ τῷ Πατρί; 468 "Πιστεύομεν γὰρ εἰς ενα Θεὸν Πατέρα παντοκράτορα, πάν"των ὁρατῶν τε καὶ ἀοράτων ποιητὴν καὶ εἰς

About this text

Cyril of Alexandria, Homiliarum incertarum fragmenta (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Homiliarum incertarum fragmenta — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.