Homilies of Uncertain Attribution · §sxiv-rem-mid

Section XIV rem mid

Rem mid: Section XIV; lemma continues; spiritual reading with the letter.

Greek

ἀπολωλότων ἡ σωτηρία. ̔Ο μὲν ουν γνήσιος οἰκέτης· ἀναβήσομαι γὰρ αυθις ἐπὶ τὸν τοῦ λόγου σκοπόν· τὸν τῆς ἐπιεικείας ἀνεδήσατο στέφανον, εἰσκεκόμισται γὰρ εἰς τὴν χαρὰν τοῦ ἰδίου δεσπότου· ὁ δέ γε λαβὼν τὸ τάλαντον, ειτα γεγονὼς ὀκνηρὸς, προσεργασάμενος δὲ παντελῶς οὐδὲν, κατακρύψας δὲ μᾶλλον εἰς γῆν αὐτὸ, ταῖς ἐσχάταις περιπέπτωκε δίκαις. φύγωμεν τοίνυν τὴν μίμησιν, ἀποπεμψώμεθα τῆς ἑαυτῶν διανοίας τὸν ἀκερδῆ καὶ ἐπάρατον οκνον, τὸν ἐπ' ἀγαθοῖς δηλονότι σπουδάσμασι, μὴ εἰς ἀργίαν τὴν δοθεῖσαν ἡμῖν παρὰ Χριστοῦ καταχώσωμεν χάριν. φησί που διὰ φωνῆς ̔Ησαΐου ὁ τῶν ολων Θεός " ̔Ιερεῖς λαλήσατε εἰς τὴν καρδίαν ̔Ιερουσαλήμ·" τί δὲ εἰ ὁ μὲν διδάσκων τοὺς ὠφελεῖν εἰωθότας ἐξυφαίνοι λόγους τοῖς ἀκροωμένοις, οἱ δὲ οὐκ εἰς νοῦν καὶ καρδίαν ἀποτίθενται τὴν μυσταγωγίαν, ἀλλ' ἐπικροτήσαντες μόνον καὶ γυμνοῖς ἐπαίνοις ἀμειψάμενοι τὸν μυσταγωγὸν, αγευστοι

About this text

Cyril of Alexandria, Homiliarum incertarum fragmenta (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Homiliarum incertarum fragmenta — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.