Homily on the Parable of the Vineyard · §hom-rem-close

Homily rem close

Rem CLOSEOUT: Homily CLOSEOUT. SERIES CLOSEOUT.

Greek

ἐργάζεται γὰρ νῦν ἥ ποτε ἀργὴ αὔτη Ἐκκλησία· ἐργάζεται ὁ χορὸς τῶν ἀποστόλων, τῶν μαρτύρων, τῶν ἀσκητῶν, τῶν μοναζόντων, τῶν ἁγίων παρθένων, τῶν ἐγκρατῶν, τῶν ἐν γάμῳ σεμνῷ· ἔλαβεν γὰρ αὔτη ἡ Ἐκκλησία τὸ ἒν δηνάριον ἀξίως. ∆ύναται γάρ τις ὀξέως ἐργαζόμενος, ἐν μιᾷ ὥρᾳ ἐνέγκαι ἔργον ὡς ἀπὸ πρωΐθεν ἐργαζόμενος· ὁ λῃστὴς 77.1100 εἰς μίαν ὥραν ἤκουσεν τὸ, Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἀλλ' ἄκουσον τί φασιν ἐκεῖνοι· Ἡμεῖς οἱ βαστάσαντες τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας· Ἀληθεύουσιν· οὐ γὰρ ἐν νόμῳ ἐβάστασαν τὸ βάρος τοῦ ζυγοῦ τοῦ νόμου, ἀλλ' ἐγένοντο καὶ οὗτοι ἴσοι τούτων διὰ τὸ ἔργον· Ἑταῖρε, γὰρ, φησὶν, οὐκ ἀδικῶ σε. Οὐκ ἀδικεῖ ὁ τῆς δικαιοσύνης κριτής· τὸ δὲ θέλω τούτῳ χαρίσασθαι ὡς

About this text

Cyril of Alexandria, In parabolam vineae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s In parabolam vineae — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.