Homily on the Parable of the Vineyard · §hom-rem-early

Homily rem early

Rem early: Homily; historia and theoria toward orthodox doctrine.

Greek

ἐφώτισεν τὴν ἀνθρωπότητα διὰ τῶν ἐντολῶν τοῦ νόμου τὸ ἀληθινὸν φῶς ὁ Θεὸς ἡμῶν. Ἡ ἐντολὴ γὰρ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς. Καὶ πάλιν, ὅτι Φῶς τὰ προστάγματά σου. Ἀπὸ ἕκτης ὥρας, τὸ ἥμισυ τῆς ἡμέρας· ὅτε γὰρ ἐμέσασαν οἱ χρόνοι οἱ ἀπ' ἀρχῆς κτίσεως, καὶ ἕως συντελείας, τότε μεσημβρινὸν ἀπεστάλη Μωϋσῆς καὶ Ἀαρών. Καὶ γὰρ ἡ κατὰ νόμον λατρεία, ἕως ὀγδόης· ἐννάτη δὲ ὥρα, καιρὸς τῶν πνευματοφόρων προφητῶν· καὶ γὰρ αὐτοὶ ὡς καλοὶ ἐργάται ἀπεστάλησαν παρὰ τοῦ οἰκοδεσπότου ἐργάσασθαι τὸν ἀμπελῶνα τῆς ψυχῆς ἡμῶν ἕως δεκάτης. Ἑνδεκάτη ὥρα, ἐπιδημία τοῦ Μονογενοῦς· ἐπ' ἐσχάτων γὰρ τῶν χρόνων ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπεδήμησεν ἡμῖν ὁ τοῦ Θεοῦ Υἱὸς, Θεοῦ Λόγος· ὥσπερ γὰρ ἀπὸ ἑνδεκάτης εἰς δωδεκάτην ἄλλη μία ὥρα ἐστὶν ἡ ἐσχάτη, οὕτως ἀπὸ τῆς ἐπιδημίας Χριστοῦ ἕως τῆς συντελείας, ἄλλη μία ὥρα ἐστίν. Ἄκουσον τοῦ

About this text

Cyril of Alexandria, In parabolam vineae (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s In parabolam vineae — new OET from PG 77 Greek.

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.