Epistula ad Constantium imperatorem · §u01-open

Epistula ad Constantium imperatorem Unit 1 opening

Unit 1.

Lemma-led open — ̓ΕΠΙΣΤΟΛΗ ΚΥΡΙΛΛΟΥ ἘΠΙΣΚΟΠΟΥ ἹΕΡΟΣΟΛΥΜΩΝ ΠΡΟΣ ΚΩΝΣΤΑΝΤΙΟΝ ΤΟΝ ΒΑΣΙΛΕΑ ΠΕΡΙ ΤΟΥ ἘΝ ΟΥΡΑΝΩ Φ

Greek

Epistula ad Constantium imperatorem ̓ΕΠΙΣΤΟΛΗ ΚΥΡΙΛΛΟΥ ἘΠΙΣΚΟΠΟΥ}1 ἹΕΡΟΣΟΛΥΜΩΝ ΠΡΟΣ ΚΩΝΣΤΑΝΤΙΟΝ ΤΟΝ ΒΑΣΙΛΕΑ ΠΕΡΙ ΤΟΥ ἘΝ ΟΥΡΑΝΩ ΦΑΝΕΝΤΟΣ ΣΗΜΕΙΟΥ Βασιλεῖ θεοφιλεστάτῳ καὶ εὐσεβεστάτῳ Κωνσταντίῳ Αὐγούστῳ, Κύριλλος ὁ ἐν Ἱεροσολύμοις ἐπίσκοπος ἐν κυρίῳ χαίρειν. 1 Πρώτας ταύτας ἐξ Ἱεροσολύμων πρὸς τὴν θεοφιλῆ σου βασιλείαν ἀποστέλλω γραμμάτων ἀπαρχάς, σοί τε πρεπούσας ὑποδέξασθαι κἀμοὶ παρασχεῖν· οὐ λόγων κολακείας πεπληρωμένας, ἀλλ' ἐπουρανίων μηνυτικὰς θεοπτίας· οὐδ' εὐσυνθέτους λόγων ῥητορικὰς πιθανότητας περιεχούσας, ἀλλ' ἁγίων εὐαγγελίων προρρήσεσι διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως μαρτυρούσας τὴν ἀλήθειαν. 2 Ἕτεροι μὲν γὰρ ἀφ' ὧν ἔχουσι τὴν τιμίαν σου πολλάκις στεφανοῦσι κεφαλήν, χρυσοκολλήτους στεφάνους λίθοις διαυγεστάτοις πεποικιλμένους προσκομίζοντες. Ἡμεῖς δὲ οὐ τοῖς ἀπὸ γῆς σε στεφανοῦμεν (τὰ γὰρ ἀπὸ γῆς δωρούμενα τέλος ἔχει τὴν γῆν)· ἀλλ' ἐπουρανίων πραγμάτων θεϊκὴν ἐνέργειαν ἐν τοῖς τῆς θεοφιλοῦς σου βασιλείας καιροῖς ἐν Ἱεροσολύμοις τελεσθεῖσαν τῆς σῆς εὐσεβείας μετὰ σπουδῆς ἄγομεν εἰς γνῶσιν· οὐχ ἵνα νῦν ἐξ ἀγνοίας ἔλθῃς εἰς θεογνωσίαν (φθάνεις γὰρ καὶ ἑτέρους διδάσκων δι' ὧν εὐσεβεῖς· ἀλλ' ἵνα, ἅπερ ᾔδεις, ταῦτα καὶ βεβαιωθῇς, καὶ τὸν τῆς βασιλείας προγονικὸν ὑποδεξάμενος κλῆρον, μείζοσι θεόθεν στεφάνοις ἐπουρανίοις τετιμῆσθαι μαθών, θεῷ μὲν τῷ παμβασιλεῖ καὶ νῦν τὴν πρέπουσαν ἀποδῷς εὐχαριστίαν, μείζονος δὲ τοῦ κατ' ἐχθρῶν θάρσους πληρωθῇς, ἔργῳ τὴν σὴν βασιλείαν ἀγαπᾶσθαι πρὸς θεοῦ, δι' ὧν ἐπὶ σοῦ θαυματουργεῖ, καταλαβών. 3 Ἐπὶ μὲν γὰρ τοῦ θεοφιλεστάτου καὶ τῆς μακαρίας μνήμης Κωνσταντίνου τοῦ σοῦ πατρός, τὸ σωτήριον τοῦ σταυροῦ ξύλον ἐν Ἱεροσολύμοις ηὕρηται, τῆς θείας χάριτος τῷ καλῶς ζητοῦντι τὴν εὐσέβειαν τῶν ἀποκεκρυμμένων ἁγίων τόπων παρασχούσης τὴν εὕρεσιν. Ἐπὶ δὲ σοῦ, δέσποτα πανευσεβέστατε βασιλεῦ, προγονικὴν εὐσέβειαν

About this text

Cyril of Jerusalem, Epistula ad Constantium imperatorem (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril of Jerusalem’s Epistula ad Constantium imperatorem — new OET from PG 33 Greek.

Witnesses

  • Copy-text PG 33 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.