Unit 1 rem close
Rem CLOSEOUT: Unit 1 CLOSEOUT. SERIES CLOSEOUT.
Greek
προαγγελτικὰς μαρτυρίας ἐγγράφως εὑρήσεις· ὧν μαλιστά σε, δέσποτα, πυκνοτέρᾳ τῇ μελέτῃ προσέχειν παρακαλῶ, διὰ τὰ λοιπὰ τῶν κατὰ τὴν αὐτόθι γεγραμμένων ἀκολουθίαν, τῶν ὑπὸ τοῦ σωτῆρος ἡμῶν προαναφωνηθέντων, πολλῆς μετ' εὐλαβείας δεομένων τῆς παρατηρήσεως, πρὸς τὸ μηδεμίαν ἐξ ἀντικειμένης ἐνεργείας ὑπομεῖναι τὴν βλάβην. 7 Ταύτας σοὶ τῶν ἡμετέρων λόγων, βασιλεῦ θεοφιλέστατε, προσφέρω τὰς ἀπαρχάς· ταύτας ἐξ Ἱεροσολύμων πρώτας ἀποφθέγγομαι τὰς φωνάς, σοὶ τῷ γνησιωτάτῳ καὶ πανευσεβεῖ μεθ' ἡμῶν Χριστοῦ προσ κυνητῇ, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, τοῦ τὴν οἰκουομικὴν κατὰ τὰς θείας γραφὰς ἐν Ἱεροσολύμοις τελέσαντος σωτηρίαν, τοῦ πατήσαντος μὲν ἐνταῦθα τὸν θάνατον, οἰκείοις δὲ τιμίοις αἵμασι τὰς ἀνθρώπων ἁμαρτίας ἐξαλείψαντος, ζωὴν δὲ καὶ ἀφθαρσίαν καὶ πνευματικὴν ἐπουράνιον χάριν τοῖς πιστεύουσιν ἅπασιν παρασχόντος. Οὗ τῇ τε δυνάμει καὶ τῇ χάριτί σε φρουρούμενον, λαμπροτέροις τε καὶ μείζοσιν εὐσεβείας ἐμπρέποντα κατορθώμασιν, υἱῶν τε γνησίων βασιλικοῖς ἐναβρυνόμενον βλαστήμασιν, αὐτὸς ὁ παμβασιλεὺς θεός, ὁ πάσης ἀγαθωσύνης πάροχος, πολλαῖς ἐτῶν εἰρηνικαῖς περιόδοις, καύχημα χριστιανῶν καὶ κόσμῳ σύμπαντι φυλάξειε πανέστιον. 8 ἐρρωμένον σε καὶ πάσῃ κεκοσμημένον ἀρετῇ καὶ τὴν συνήθη τῶν τε ἁγίων ἐκκλησιῶν καὶ τῆς ῥωμαίων ἀρχῆς τὴν φιλανθρωπίαν ἐνδεικνύμενον καὶ μείζοσιν εὐσεβείας βραβείοις ἐναβρυνόμενον, πολλαῖς εἰρηνικαῖς ἐτῶν περιόδοις ὁ τῶν ὅλων θεὸς ἡμῖν χαρίσηται πανέστιον, Αὔγουστε βασιλεῦ θεοφιλέστατε.
About this text
Cyril of Jerusalem, Epistula ad Constantium imperatorem (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril of Jerusalem’s Epistula ad Constantium imperatorem — new OET from PG 33 Greek.
Witnesses
- Copy-text PG 33 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.