Commentarii in Lucam (Greek fragments) ZU LK 9, 30φ opening
ZU LK 9, 30φ.
Lemma-led open — , φ Πλὴν Μωυσῆς καὶ Ἠλίας περιεστηκότες τὸν Ἰησοῦν προσελάλουν, φησίν, ἀλλήλοις τὴν ἔξοδον
Greek
ZU LK 9, 30φ Πλὴν Μωυσῆς καὶ Ἠλίας περιεστηκότες τὸν Ἰησοῦν προσελάλουν, φησίν, ἀλλήλοις τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε 80 πληροῦν ἐν Ἱερουσαλήμ, τουτέστι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον καὶ τὸ σωτήριον πάθος, τὸ ἐπί γέ φημι τῷ τιμίῳ σταυρῷ· δόξαν γὰρ αὐτὸ καλοῦσιν ἀεί. καὶ γάρ ἐστιν ἀληθὲς ὅτι ὁ διὰ Μωυσέως νόμος καὶ τῶν ἁγίων προφητῶν ὁ λόγος τὸ Χριστοῦ μυστήριον προανέδειξαν, ὁ μὲν ἐν τύποις καὶ σκιαῖς, μονονουχὶ καθάπερ ἐν πίνακι καταγράφων αὐτό, οἱ δὲ πολυτρόπως προηγορευκότες ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῷ καθ' ἡμᾶς καὶ ὅτι τῆς πάντων ἕνεκα σωτηρίας καὶ ζωῆς οὐ παραιτήσεται τὸ παθεῖν τὸν ἐπὶ ξύλου θάνατον. οὐκοῦν ἡ Μωυσέως καὶ Ἠλίου παράστασις καὶ τὸ προσλαλεῖν ἀλλήλοις αὐτοὺς οἰκονομία τις ἦν εὖ μάλα καταδεικνύουσα
About this text
Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).
Witnesses
- Copy-text PG 72 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.