Commentary on Luke (Greek Fragments) · §u17-rem-mid

ZU LK 9, 46φ rem mid

Rem mid: ZU LK 9, 46φ; lemma continues; spiritual reading with the letter.

Greek

φύουσαν κατὰ τὸ γεγραμμένον, καὶ πρὶν εἰς ὕψος ἀρθῆναι, πρὶν ἁδρυνθῆναι ἐκ ῥίζης αὐτῆς ἀναβοθρεύει τὸ κακόν· ἀρχόμενα γὰρ ἐν ἡμῖν τὰ πάθη νικᾶται ῥαδίως, ἁδρυνθέντα δὲ δυσαπόβλητά ἐστι καὶ οὐ μετρίως ἀναισχυντεῖ. πῶς οὖν ἄρα τὸ φιλόδοξον ἀποκείρει πάθος ὁ πνευμάτων ἰατρός; ἐπελάβετο παιδίου, φησί, καὶ ἔστησεν αὐτὸ παρ' ἑαυτῷ. ὠφελείας δὲ πρόφασιν ἐποιεῖτο τὸ χρῆμα καὶ αὐτοῖς τοῖς ἁγίοις ἀποστόλοις καὶ ἡμῖν δὲ τοῖς μετ' ἐκείνους· παραβόσκεται γὰρ ἡ τοιάδε νόσος ὡς ἐπίπαν τοὺς ἀνθρώπους οἵπερ ἂν εἶεν ἐν ὑπεροχῇ τῇ κατά τινων. τίνος οὖν ἄρα τύπον καὶ εἰκόνα τὸ παρενεχθὲν ἐποιεῖτο παιδίον; ἀπονήρου τε καὶ ἀφιλοδόξου ζωῆς· ἀκαπήλευτον γὰρ ἔχει τὴν γνώμην, ἀνό 89 θευτον τὴν καρδίαν καί ἐστιν ἐν ἁπλότητι λογισμῶν· οὐ φιλοδοξίας ἐρᾷ, οὐκ οἶδε τῆς καθ' ὁτουοῦν ὑπεροχῆς τὸν τρόπον, ἀλλ'

About this text

Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).

Witnesses

  • Copy-text PG 72 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.