ZU LK 9, 59φ rem close
Rem CLOSEOUT: ZU LK 9, 59φ CLOSEOUT.
Greek
εἰκότως, ὅτι καὶ τῆς εἰς γονέας αἰδοῦς τὰ θεοῦ μείζονα· γενεσιουργὸς γὰρ καὶ ποιητὴς τῶν ὅλων αὐτός. δεῖ τοίνυν ἡμᾶς, εἰ μέλλοιμεν ἀκολουθῆσαι Χριστῷ, μηδὲν τούτου ποιεῖσθαι προτιμότερον, ἀλλ' ὃ μὲν ἂν συντρέχῃ τούτῳ, μετιέναι καὶ πράττειν, ὃ δ' ἂν ἀντιπράττῃ, παραιτεῖσθαι καὶ φεύγειν, καὶ εἴ τις ἐνέργεια μετρίως ἐχομένη τοῦ καλοῦ, δυναμένη δὲ δι' ἑτέρων ἐπιτελεῖσθαι, ταύτην ἐκείνοις παραδιδόναι, αὐτοὺς δὲ τῆς μείζονος καὶ καλλίονος ἔχεσθαι. ὁρᾶν γοῦν ἔστι καὶ τοὺς ἁγίους ἀποστόλους καὶ μείζονος ἔτι χρείας ἢ κατὰ ταύτην 98 ἀφεμένους, τῆς περὶ πτωχοὺς ἐπιμελείας, διὰ τὴν τοῦ λόγου διακονίαν, οὐ μὴν οὕτω γε ταύτης ἀφειμένους ὡς μὴ καὶ ταύτης ποιήσασθαι πρόνοιαν. ἀλλ' ᾠκονομήθη καὶ τὸ ἔλαττον, ἡ περὶ τὰς τραπέζας διακονία, καὶ τὸ μεῖζον οὐκ ἐνεποδίσθη, ἡ τοῦ κηρύγματος καταγγελία.
About this text
Cyril of Alexandria, Commentarii in Lucam (Greek fragments) (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Cyril’s Commentarii in Lucam (Greek fragments) — new OET from PG 72 Greek (Greek-only Lucam; no Payne Smith).
Witnesses
- Copy-text PG 72 (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.