Homily on the Transfiguration (Luke) · §hom-rem-early

Homily In transfigurationem rem early

Rem early: Homily In transfigurationem; historia and theoria toward Christ.

Greek

γὰρ ἐν δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐκ ἔν γε μᾶλλον σμικροπρεπείᾳ τῇ καθ' ἡμᾶς. Πῶς οὖν ἅρα θεωροὺς ἐποίει τοῦ θαύματος τοὺς λαβόντας τὴν ὑπόσχεσιν; Ἄνεισιν εἰς τὸ ὄρος, τρεῖς ἀπ' αὐτῶν τοὺς ἐπιλέκτους ἔχων· εἶτα μεταπλάττεται πρὸς ἐξαίρετόν τινα καὶ θεοπρεπῆ λαμπρότητα, ὥστε καὶ τὸν ἱματισμὸν αὐτοῦ τῇ τοῦ φωτὸς προσβολῇ διαλάμψαι δοκεῖν. Εἶτα Μωσῆς καὶ Ἡλίας περιεστηκότες τὸν Ἰησοῦν προσελάλουν ἀλλήλοις τὴν ἔξοδον αὐτοῦ, ἢν ἔμελλε πληροῦν ἐν Ἱερουσαλὴμ, τοῦτ' ἔστι, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, καὶ τὸ σωτήριον πάθος, τὸ ἐπὶ τῷ τιμίῳ, φημὶ, σταυρῷ. Καὶ γάρ ἐστιν ἀληθὲς, ὅτι ὁ διὰ Μωσέως νόμος, καὶ ὁ τῶν ἁγίων προφητῶν λόγος τὸ Χριστοῦ μυστήριον προανέδειξαν· ὁ μὲν ἐν τύποις καὶ σκιαῖς μονονουχὶ, καθάπερ ἐν Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 1 πίνακι. καταγράφων αὐτὸ, οἱ δὲ πολυτρόπως προηγορευκότες, ὡς καὶ ὀφθήσεται κατὰ καιροὺς ἐν εἴδει τῷ καθ' ἡμᾶς, καὶ ὅτι τῆς ἁπάντων ἕνεκα σωτηρίας, καὶ ζωῆς, οὐ παραιτήσεται τὸ παθεῖν τὸν ἐπὶ ξύλου θάνατον. Οὐκοῦν ἡ Μωσέως καὶ Ἠλία παράστασις, καὶ τὸ προσλαλεῖν ἀλλήλοις αὐτοὺς, οἰκονομία τις ἦν εὖ μάλα καταδεικνύουσα δορυφορούμενον ὑπὸ νόμου καὶ προφητῶν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὡς καὶ νόμου καὶ προφητῶν δεσπότην προκαταδειχθέντα παρ' αὐτῶν, δι' ὧν ἀλλήλοις συνῳδὰ προεκήρυξαν. Οὐ γὰρ ἀσύμβατα τοῖς διὰ τοῦ νόμου τὰ τῶν προφητῶν. Καὶ τοῦτο, οἶμαι, ἐστὶ, τὸ ἀλλήλοις προσλαλεῖν Μωσέα τὸν ἱερώτατον, καὶ τὸν τῶν προφητῶν πανάριστον· Ἠλίας δὲ οὗτος ἦν. Ἔστι δὲ καὶ ἄλλο τι ἐννοῆσαι. Ἐπειδὴ οἱ ὄχλοι ἔλεγον, οἱ μὲν Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, οἱ δὲ ἕνα τῶν προφητῶν, τοὺς κορυφαίους ἄγει, ἵνα κἀντεῦθεν τὸ μέσον ἴδωσι τοῦ δούλου, καὶ τοῦ δεσπότου. Μετὰ ταύτην δὲ καὶ ἑτέραν ἔννοιαν ἔστιν εἰπεῖν. Ἐπειδὴ γὰρ συνεχῶς ἐνεκάλουν αὐτῷ τὸ παραβαίνειν τὸν νόμον, καὶ βλάσφημον αὐτὸν εἶναι ἐνόμιζον, ὡς σφετεριζόμενον δόξαν οὐ προσήκουσαν αὐτῷ τὴν τοῦ Πατρὸς, καὶ ἔλεγον· Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ὅτι τὸ Σάββατον οὐ τηρεῖ· καὶ πάλιν· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι, ἄν 77.1013 θρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν· ἵνα δειχθῇ ὅτι βασκανίας ἀμφότερα τὰ ἐγκλήματα, καὶ ἑκατέρων τούτων ἐστὶν

About this text

Cyril of Alexandria, Homilia in transfigurationem (Lucam) (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Cyril’s Homilia in transfigurationem (Lucam) — new OET from PG 77 Greek (Greek-only Lucam; no Payne Smith).

Witnesses

  • Copy-text PG 77 (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.