Expositio in Psalmos Psalm Αʹ opening
Psalm Αʹ.
Lemma-led open on ΨΑΛΜΟΣ Αʹ. — ΨΑΛΜΟΣ Αʹ. Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται Πρὸ μὲν γὰρ τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἦν οὐκ ἄτραχυ τοῖς ἐπὶ
Greek
ΨΑΛΜΟΣ Αʹ. Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται (Cod. B. f. 3 b.) Πρὸ μὲν γὰρ τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἦν οὐκ ἄτραχυ τοῖς ἐπὶ τῆς γῆς τὸ δύνα σθαι κατευμεγεθεῖν τῆς ἐκτόπου φιληδονίας, καὶ ὑπερφέρεσθαι κοσμικῶν ἐπιθυμιῶν. Ἐπειδὴ δὲ ἐπ έφανεν ἡμῖν Θεὸς ὢν ὁ Κύριος, λεία καὶ ὁμαλὴ καὶ οὐδὲν ἔχουσα τὸ ἄναντες ἢ τραχὺ γέγονεν ἡ εἰς ἀρε τὴν ἡμᾶς ἀποφέρουσα τρίβος. Οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει. (A f. 10 b, B f. 4, E f. 1 b.) Ἕπεται δέ τις αὐτοῖς ἔσθ' ὅτε καὶ οἰκτιρμὸς, ὡς μὴ ταῖς ἴσαις τοῖς ἀσε βέσιν κολάσεσι περιπεσεῖν. –Ἀναστήσονται δὲ καὶ οἱ ἁμαρτωλοὶ, ἀλλ' οὐκ ἔσονται ἐν τῇ βουλῇ καὶ τῷ τάγματι τῶν δικαίων· βουλὴν δὲ δικαίων φησὶν οἷον τὴν τάξιν καὶ τὸ ἀξίωμα. Εἰ γὰρ καὶ εἶέν τινες τῶν ἡμαρτηκότων ἐλέους [B. E. addunt ἢ συγγνώ μης] ἄξιοι, ἀλλ' οὐκ ἂν τοῖς τῶν ἁγίων ἐναριθμηθεῖεν χοροῖς· ἕτερος γὰρ ἐκείνων κλῆρος, καὶ ἀνεστηκότα τὰ αὐχήματα, περίοπτός τε ἡ χάρις, καὶ ἀτελεύτητος ἡ τρυφή. Τετρυγήκασι γὰρ καρπὸν ἀνδραγαθημάτων, καὶ τῆς εἰς πᾶν ἀγαθὸν εὐανδρίας καταπλουτοῦσι τὰς ἀμοιβάς. Σὺ δὲ σημείωσαι ὅτι πρῶτος ∆αβὶδ ἀνάστασιν καὶ κρίσιν καὶ ἐπαγγελίαν ζωῆς μελλούσης σαφῶς ἐδίδαξε, Μωσέως μηδὲν παραδεδωκότος.
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.