Psalm ςʹ rem mid
Rem mid: Psalm ςʹ; lemma continues; spiritual reading with the letter.
Greek
φθορὰν, συνήγαγε τὰ πάντων ὀστᾶ κατεσκεδασμένα· πτοίας καὶ θορύβου παντὸς καὶ δειμάτων καὶ προσέτι παθῶν καὶ πλεονεξίας διαβο λικῆς ἐλευθέραν ἀπέφηνε τὴν ἀνθρώπου φύσιν. Καὶ σὺ, Κύριε, ἕως πότε; (A f. 35 b) Μᾶλλον δὲ εἰ χρή τι καὶ μυστικώτε ρον εἰπεῖν, οὐκ ἐπιτιμᾷ τοῖς τοῦ Θεοῦ κρίμασιν ὁ προφήτης, οὔτε μὴν ὡς μέλλοντα καὶ ἀναδυόμενον τὴν ἐπικουρίαν καταιτιᾶται τὸν τῶν ὅλων ∆εσπότην, περιεργάζεται δὲ μᾶλλον τὸν τῆς ἐπιδημίας καιρὸν τοῦ εἰς τέλος ἐγηγερμένου Χριστοῦ κατὰ τὴν ὀγδόην. Πότε γὰρ, φησὶν, ἐλεύσῃ ὁ διὰ τῆς ἀναστάσεώς σου τὴν ἴασιν ἡμῖν χαρισόμενος; Ἔστι δὲ τὸ ἕως πότε καὶ τῆς χρονίας μετανοίας παραστατικόν. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου. (A f. 36, B f. 24, E f. 11) Ὁ γὰρ ἅπαξ τοῖς τοῦ θανάτου βρόχοις ἁλοὺς, ἀπρακτήσει ἂν πρὸς πᾶσαν ἀρετήν. "Οὐκ ἔστιν, φησὶν, ἐν τῷ θανάτῳ ὁ μνη μονεύων σου," τουτέστιν ὁ τὰς ἐντολὰς τηρῆσαι δυνά μενος, τῆς βοηθείας τοῦ πνεύματος μὴ συμπαρού σης. [Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. Τὸ Ἐκοπίασα φησὶν ἀντὶ τοῦ Κοπιάσω. Ἔσται δὲ τοῦτο σαφὲς διά γε τῶν ἐφεξῆς κειμένων. Οὐ γὰρ Ἔλουσα τὴν κλίνην μου, φησὶν, ἀλλ' οὐδὲ Ἔβρεξα τὴν στρωμνήν μου, ἀλλ' ἐπ' ἀμφοῖν τὸ Λούσω, καὶ Βρέξω φησίν. Ὑπισχνεῖται γὰρ ἔσεσθαί τις φιλοπονώτατος, καὶ τὸν ἀνειμένον καὶ ἄφετον οὐκ ἀγα πήσειν βίον.] (A f. 87) ∆ιδάσκει δὲ καὶ ἡμᾶς ὅτι τοὺς εὐαρε στεῖν ἐθέλοντας τῷ Θεῷ, οὐκ ἀργίας καιρὸν ὕπνου τε καὶ ῥᾳθυμίας ἡγεῖσθαι προσήκει τὰ τῶν νυκτῶν διαστήματα (κτηνοπρεπὲς γὰρ τοῦτο καὶ ἀλογώτα τον), πόνου δὲ μᾶλλον καὶ ἀϋπνίας τῆς ἐπ' ἀγαθοῖς. Ἄριστον γὰρ τὸ ἐν ἡσυχίαις μάλιστα καὶ κατὰ μόνας μονονουχὶ Θεῷ διαλέγεσθαι διὰ συχνῆς προσευχῆς, καὶ ἐφ' οἶς μὲν ἤδη κατεγνώσμεθα, συγγνώμην
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.