Exposition on the Psalms · §ps010-rem-early

Psalm Ιʹ rem early

Rem early: Psalm Ιʹ; historia and theoria on the lemma toward Christ.

Greek

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. πέμποντες τὰ φρονήματα, καὶ τὸ χαμαίζηλον τῶν ἐπὶ γῆς πραγμάτων διωθούμενοι, ἀνάλωτοι τῶν εἰς τὸ φαῦλον ἡδονῶν ἐσόμεθα. Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον. (A f. 74 b.) Κατὰ δὲ ἀναγωγὴν, ἀναγκαίαν εἶναί φησι τὴν εἰς τὰ ὄρη νοητὴν ἀναφοίτησιν, ὡς ἐντει νάντων τὸ τόξον τῶν ἁμαρτωλῶν καὶ ηὐτρεπισμέ 69.72 νων ἤδη πρὸς μάχην. Τούτοις γὰρ τοῖς λόγοις φυγεῖν ἠρέθιζον, φάσκοντες, εἰ μὴ φύγοι, κατατοξεύειν αὐτὸν τοὺς ἁμαρτωλοὺς ἐν σκοτομήνῃ, ἀντὶ τοῦ λε ληθότως καὶ ὡς ἐν σελήνης ἀμυδροῖς φέγγεσι. Τοι αῦτα γὰρ τῶν νοητῶν ἐχθρῶν τὰ τοξεύματα· τῷ ζόφῳ γὰρ ἑαυτὸν ἐγκρύπτων, ὁ πονηρὸς κατατοξεύει τὸ καλὸν σῶμα τῆς Ἐκκλησίας. (A f. 74 b) Εἶεν δ' ἂν ἁμαρτωλοὶ, καὶ οἱ τὴν πί στιν διώκοντες, καὶ οἱ τοῖς εὐαγῶς ἐθέλουσι ζῇν ἀνέδην ἐπιβουλεύοντες. ∆ρῶσι δὲ τοῦτο καὶ μάλα ἐντόνως καὶ αἱ πονηραὶ δυνάμεις, πάντα τρόπον ἐπι βουλῆς τοῖς ἁγίοις ἀρτύουσαι. Τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. (C f. 21.) Εὐτρεπῆ μὲν τῶν πολεμίων τόξα ἐν σκο τομήνῃ· οὕτω δὲ τὸ τὴν σελήνην ὑποτρέχον σκότος καὶ σκιάζον αὐτὴν ὠνόμασεν. Τότε τοίνυν πολεμοῦ σιν οἱ ἁμαρτωλοὶ δαίμονες· τοξεῦσαι γὰρ ἐν φωτὶ τοὺς δικαίους οὐ δύνανται, ἀλλ' ἐν τῷ σκότει τῆς ἀγνοίας, ὅταν νεφέλη ῥᾳθυμίας ἐπελθοῦσα ἀμαυροῖ τὸ φῶς τῆς ἡμετέρας σελήνης, ἤτοι τῆς διανοίας ἐρ γάσηται. Ὅτι ἂ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον. (A f. 75 b.) Κατὰ δὲ ἀναγωγὴν, δείκνυσιν ἐναρ γῶς ὡς Θεῷ μαχόμενος ὁ Σατανᾶς, καὶ αἱ σὺν αὐτῷ πονηραὶ δυνάμεις τοῖς εὖ βιοῦν ᾑρημένοις ἐπιβου λεύουσι. Σκοπὸς γὰρ αὐτοῖς τὸ οἰκοδομούμενον ὑπὸ Θεοῦ καταστρέφειν, καὶ τοῖς αὐτοῦ θελήμασιν ἀντ ανίστασθαι· Κατήνεγκε γὰρ, φησὶν, ὁ ἐχθρὸς τὸν ἄν θρωπον εἰς φθορὰν, καί τοι ἐπὶ ἀφθαρσίαν κατηρ τισμένον.–(B. f. 42 b) Μάχονται τῷ θείῳ σκοπῷ, καὶ ἅπερ ἂν αὐτὸς ὁ τῶν ὅλων ∆εσπότης καταρτίσαιτο πρός γε τὸ εὖ ἔχειν, καθαιροῦσιν αὐτοί. Πλάττει γὰρ κόπον ἐπὶ προστάγματι ὁ τῆς ἀνομίας θρόνος, τουτέστιν ὁ Σατανᾶς. Ὁ δὲ δίκαιος τί

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.