Expositio in Psalmos Psalm ΙΑʹ opening
Psalm ΙΑʹ.
Lemma-led open on ΨΑΛΜΟΣ ΙΑʹ. — Ἄνδρες Νινευῖται κρινοῦσι τὴν γενεὰν ταύτην.
Greek
ΨΑΛΜΟΣ ΙΑʹ. Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ ∆αβίδ. (A f. 77.) Ἄδεται μὲν καὶ ὁ προκείμενος ψαλμὸς, τῆς εἰς Θεὸν εὐνοίας καὶ γνησιότητος ἔχων ἐπίδειξιν. ∆ιαβάλλει δὲ ὁ ∆αβὶδ τοὺς διπλόῃ κεχρημένους, καὶ 69.76 φιλίαν μὲν ὑπισχνουμένους, προϊεμένους δὲ αὐτὸν τῷ πολεμίῳ Σαοὺλ, καὶ μηνύοντας ἔνθα διῆγε. Πρέποι δ' ἂν τὰ τοῦ ψαλμοῦ ῥήματα καὶ ἁγίῳ παντὶ, λαμ πρὰν καὶ ἐξῃρημένην ἔχοντι τὴν ζωὴν, καὶ οὐχὶ δὴ μόνης τῆς ἰδίας κηδομένῳ ψυχῆς, ἀλλὰ γὰρ καὶ ταῖς τῶν πεπλανημένων ἀμαθίαις ἐπιστυγνάζοντι, γλιχο μένῳ τε καὶ αὐτοὺς ἰδεῖν ὑποπίπτοντας τῷ Θεῷ. Ἡ δέ γε τῆς ᾠδῆς δύναμις ἔντευξιν μὲν ἔχει κατὰ παν τὸς ἀδίκου καὶ πονηροῦ διψύχου τε καὶ ἑτερογνώμο νος, ψευδοεποῦς τε καὶ βωμολόχου, δόλοις καὶ ἀπά ταις ἐντεθραμμένου. Ἔοικε δέ πως καὶ τῆς Ἑλλή-νων σοφίας καταβοᾷν· ποιεῖται δὲ καὶ μνήμην τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· περιέχει δὲ καὶ ἐπαγγελίαν, ὡς παρ' αὐτοῦ γενομένην, ὡς ὅσον οὐ δέπω παρεσομένου πρὸς ἐπικουρίαν τῶν ὑπὸ τοῦ δια βόλου πλεονεκτουμένων. Ἄδεται δὲ περὶ τῆς ὀγδόης, καθ' ἣν ἡ ἀνάστασις, καὶ ἡ τῶν ἐθνῶν γέγονε κλῆ σις, καὶ ἡ τοῦ ἁγίου Πνεύματος δόσις, καὶ τῆς νοητῆς ἤγουν τῆς ἐν πνεύματι περιτομῆς ἡ δύναμις· εὔχεται δὲ ὁ προφήτης ῥυσθῆναι τῆς γενεᾶς τῆς πο νηρᾶς· αὕτη δ' ἂν εἴη γενεὰ, ἡ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, περὶ ἧς αὐτὸς ἔλεγεν· "Ἄνδρες Νινευῖται κρινοῦσι τὴν γενεὰν ταύτην." Ἄρχεται τοίνυν τῆς ᾠδῆς οὕτως. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. (A f. 77 b.) Τοσαύτην οὖν φησιν ὁ ∆αβὶδ τῶν ἀγαθ ουργεῖν εἰωθότων εἶναι τὴν σπάνιν, ὡς τάχα που συναρπάζεσθαι εἰς φαυλότητα καὶ αὐτοὺς τοὺς τῷ θείῳ νόμῳ
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.