Exposition on the Psalms · §ps015-rem-early

Psalm ΙΕʹ rem early

Rem early: Psalm ΙΕʹ; historia and theoria on the lemma toward Christ.

Greek

κακῶν ἀθέτησιν. (L f. 59 b.). Τινὲς δὲ τὰς ποικίλας τῶν ἐθνῶν εἰδω λολατρείας καὶ ἀσθενείας ἐδήλωσαν, ἐξ ὧν οἱ με ταβάλλοντες ἅγιοι γεγόνασι τοῦ Θεοῦ· περὶ ὧν ἔφη "τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ," οἳ καὶ ταχέως ἀπέστη 69.80 σαν τῶν εἰδώλων, ἢ τῶν διαπονημάτων. ἣ τῶν ἀσθε νειῶν αὐτῶν τῶν πρὸ τῆς πίστεως, θαυμαστωθέντων τῶν τοῦ Σωτῆρος ἐν αὐτοῖς θελημάτων. Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱ μάτων. (B f. 52.) Εἰ μέν τις βούλοιτο νοεῖν ταῦτα ὡς ἐπὶ τῶν Ἰουδαίων, ἀποφαντικῶς ἀναγνωστέον τοὺς στί χους, οἷον ἐναργῶς διαγορεύοντος τοῦ Θεοῦ τὰς αἰτίας τῆς ἀποβολῆς τοῦ Ἰσραήλ. Οὐκ ἂν συνάξαιμι, φησὶν, τὰς συναγωγὰς αὐτῶν, ἀλλ' οὐδ' ἂν μνησθείην ἔτι αὐτῶν τῶν ὀνομάτων διὰ χειλέων μου. Καὶ διὰ ποίαν αἰτίαν; Ἐξ αἱμάτων, φησὶν, τουτέστιν διὰ τὸ πλείστοις αὐτοὺς αἵμασιν ἐνησχολῆσθαι καὶ φόνοις. Εἰ δέ τις λέγοι καὶ περὶ ἐθνῶν χρῆναι νοεῖν αὐτὸν, ἐκδέξαι κατὰ τοιόνδε τινὰ τρόπον. Ἐπειδὴ γὰρ ἐτάχυναν περὶ τὴν πίστιν, φησὶ, καὶ ἀμελ[λ]ητὶ παρεδέξαντο τὸν ἐπιλάμ ψαντα Κύριον, καὶ πρὸς τὸ θεῖον αὐτοῦ δεδραμήκασι φῶς, οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν; Ἀνα γνωστέον δὲ ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ· Ἀλλὰ ναὶ συνάξω, φησὶν, ἐξ αἱμάτων· τουτέστιν, ἐπειδὴ πάν τες ἀνῄρηνται, καὶ τὰ πολλὰ αὐτῶν ἐξεχύθη αἵματα, κομίζοντος εἰς ἀπώλειαν τοῦ Σατανᾶ, καὶ τῆς τῶν δαιμονίων ἀγέλης ὀλέθρου οὔσης αὐτοῖς. ∆ηλοῖ δὲ τὸ αἷμα τὴν ἀναίρεσιν, ἤγουν τὴν ἀπώλειαν ἣν ὑπέστη σαν αὐτοὶ, διὰ τὸ μὴ εἰδέναι τὸν τῶν ὄλων ∆ημιουρ γόν. Καταφέρεσθαι δὲ ἀγέλην δεῖ εἰς τὸν ᾅδην. Οὕτω γὰρ γέγραπται 30 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. περὶ αὐτῶν καὶ τοῦ Σατανᾶ· "Ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη·" καὶ τὸ, "Ὡς πρόβατα ἐν ᾄδῃ ἔθεντο· θάνατος ποιμανεῖ αὐτούς." Αὐτὸς γὰρ ἦν ὁ θάνατος, τουτέστιν ὁ θανάτου πρό ξενος Σατανᾶς καταποιμένων αὐτοὺς, καὶ ὥσπερ ἔν τισι σηκοῖς κατακλεῖω τοῖς ᾅδου μυχοῖς. Ἐπειδὴ τοί νυν, φησὶ, πολλὰ γέγονεν αὐτῶν τὰ αἵματα, καὶ ὅτι ἐτάχυναν εἰς πίστιν, οὐκ ἂν εἰκότως ἐλεήσας συν άξαιμι τὰς συναγωγὰς αὐτῶν; (A f. 89.) Ὁ μέντοι θεῖος Κύριλλος ἐν ἐρωτήσει τοὺς στίχους ἀναγινώσκεσθαι βούλεται. Ἐπειδὴ γὰρ, φησὶν, οἱ ἐξ ἐθνῶν κεκλημένοι περὶ τὴν πίστιν ἐτά χυναν, ἆρά γε οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν; Τὸ δὲ ἐξ αἱμάτων

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.