Exposition on the Psalms · §ps016-open

Expositio in Psalmos Psalm Ιςʹ opening

Psalm Ιςʹ.

Lemma-led open on ΨΑΛΜΟΣ Ι ςʹ. — Εἰσάκουσον ἡμῶν, ὦ Κύριε, καὶ Θεέ·

Greek

ΨΑΛΜΟΣ Ι ςʹ. Εἰσάκουσον, Κύριε, δικαιοσύνης μου. (A f. 91 b) ∆ικαιοσύνην ἐνταῦθα οὐ τὴν τελείαν ἀρετὴν λέγει (κομπηρὸν γὰρ τοῦτο καὶ φαρισαϊκὸν), ἀλλὰ τὴν δικαίαν αἴτησιν. Αἰτεῖ γὰρ ὁ ∆αβὶδ οὐκ ἀπώλειαν τοῦ Σαοὺλ, ἀλλ' ἑαυτοῦ σωτηρίαν. Ἴσως δὲ, ἐπεὶ οὐ ψιλῶν ῥημάτων ἀκούει Θεὸς, ἀλλ' ἀρετῆς ὥσπερ βοώσης διὰ τῶν πραγμάτων, διδάσκει ἡμᾶς ὁ προφήτης, πῶς καὶ αὐτοὶ παρακαλοῦντες εἰσακου σθησόμεθα ὅτι μετὰ δικαιοσύνης. Εἰ δὲ ὁ χορὸς τῶν ἀποστόλων ἐστὶν ἐνταῦθα ὁ παρακαλῶν, δικαιοσύνης Κύριον ὀνομάζει τὸν Χριστὸν, οὐχὶ τῆς ἐν τῷ νόμῳ (ἐκείνη γὰρ οὐκ ἦν ἄμεμπτος, ἀλλ' ἔκειτο μέχρι και ροῦ διορθώσεως), ἀλλὰ τῆς ἐν ἀληθείᾳ δικαιοσύνης, τουτέστι τῆς εὐαγγελικῆς. Ἀγαπῶντες οὖν οἱ ἀπό στολοι, [τὴν] ἐν πνεύματι προσκύνησιν καὶ λατρείαν φασίν· "Εἰσάκουσον ἡμῶν, ὦ Κύριε, καὶ Θεέ·" οὐχὶ τῆς ἐν τύποις δικαιοσύνης, ἀλλὰ τῆς ἐμῆς, τουτέστι τῆς ἀληθινῆς καὶ πνευματικῆς, καθ' ἣν καὶ διαβιοῦν ἐθέλομεν, ἣν καὶ τοῖς ἄλλοις κηρύττομεν. Αὐτῷ δὲ 69.816 τῷ Χριστῷ μάλιστα πάντων ἁρμοδιώτατον τὸ λέγειν κατὰ τὸ ἀνθρώπινον πρὸς τὸν Θεὸν καὶ Πατέρα· "Εἰσάκουσον δικαιοσύνης μου·" αὐτὸς γὰρ ἁμαρ τίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. [Ἐκ προσώπου σου τὸ κρῖμά μου. Ὅμοιον ὡς εἰ λέγοι· Αὐτὸς δικαστὴς τῶν ἐπ' ἐμοὶ γενοῦ, καὶ τὴν σὴν εὐθύτητα, ἤτοι τὴν σὴν δικαιοκρι σίαν, ἐπιδέτωσάν μου οἱ ὀφθαλμοί.] Ἐπεσκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑ ρέθη ἐν ἐμοὶ ἀδικία. (C f. 28 b.) Ὁ καὶ νυκτὸς καὶ ἐν ὕπνοις ἀνεπίδεκτος αἰσχρῶν καὶ παραλόγων φαντασιῶν, εἴ γε δυνατὸν ταῦτα λεγέτω. Σημειωτέον δὲ τὸ, Ἐπεσκέψω, οὐκ ἐπὶ κολάσεως κείμενον. Καὶ πάλιν ἰστέον ὅτι ἐναντίως ὁ διάβολος πυροῖ τῷ Θεῷ· Θεὸς δὲ πυροῖ, εἴτε τὴν προ ϋπάρχουσαν εὑρίσκῃ ἀδικίαν, ἢ ἐπεὶ οὐ προϋπάρχει, οὐχ εὑρίσκει. Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου (C f. 29.) Ἀνθεστηκότας τῇ δεξιᾷ τοῦ Θεοῦ τοὺς δαίμονάς φησι· δεξιὰ δὲ τοῦ Θεοῦ πᾶς εὐσεβὴς καὶ δίκαιος, περὶ ὧν ἐν ἑτέρῳ λέγει· "Γενηθήτω ἐπ' ἄνδρα δεξιᾶς μου·" Τούτου τῇ σωτηρίᾳ οἱ δαίμονες ἀνθίστανται, ἐξ ὧν ὁ Θεὸς ἐλευθεροῖ τοὺς ἐλπίζοντας ἐπ' αὐτόν. (A f. 49.) Ἀνθεστήκασι καὶ τῷ Κυρίῳ, ὅς ἐστι δεξιὰ τοῦ Πατρὸς, 32 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.